# Psi 5 447.1-20

Documentary Papyri, Psi 5, 447.1 to 447.20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-5/447.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-5/447.1

Κλαυδίῳ Δημητρίῳ τῷ καὶ Ἑρμίᾳ στρατηγῷ παρὰ Λουκίου Καλπουρνίου Σενέκα. κατὰ τὰ κελευσθέντα περὶ τοῦ τοὺς ἐπιφέροντας τὰς ἐπικρίσεις Ῥωμαίους … ἀπελευθέρους καὶ δούλους πρότερον σοὶ ἐπιφέρειν, παρʼ ᾧ δύνανται τὰς ἀποδείξεις παραθέσθαι, τοὺς ὑπογεγραμμένους δηλῶ κατὰ τὴν ἐπίκρισιν γενομένην ὑπὸ Τίτου Φλαυίου Τιτιανοῦ ἐπάρχου Αἰγύπτου διὰ Μάρκου Ἰουλίου Σενεκίωνος χειλιάρχου λεγεῶνος δευτέρας Τραιανῆς Ἰσχυρᾶς ἐπικεκρίσθαι … τῷ ϛ ἔτει τῶν κυρίων ἡμῶν αὐτοκρατόρων Ἀντωνίνου καὶ Οὐήρου σεβαστῶν καὶ τὴν ἐπίκρισιν ἐπιφέρειν σοι ἐπεσκεμμένην ἐκ τῆς ἡγεμονικῆς βιβλιοθήκης, ἧς τὸ ἀντίγραφόν σοι ὑπέταξα, καὶ προσφώνησιν μαρτύρων τριῶν περὶ τοῦ εἶναι τὴν ἐπίκρισιν τῶν διʼ αὐτῆς δηλουμένων Ζωσίμου καὶ Ἐπαγάθου, ἔτι δὲ καὶ τῶν υἱῶν μου Καλπουρνίου μὲν Σερήνου θρεπτὸν δοῦλον Ἑρμῆν Γερμανόν, τὸν δεῖνα δὲ τοῦ ἑτέρου μου υἱοῦ Καλπουρνίου Γαιανοῦ· καὶ ὀμνύω τὸν ἔθιμον Ῥωμαίοις ὅρκον εἶναι αὐτῶν καὶ τὴν ἐπίκρισιν καὶ μηδενὶ ἀλλοτρίῳ κεχρῆσθαι, ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους ζ αὐτοκράτορος καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ μεγίστου καὶ αὐτοκράτορος καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ μεγίστου ἀντίγραφον ἐπικρίσεως. ἐκ τόμου ἐπικρίσεων Τίτου Φλαυίου Τιτιανοῦ ἐπάρχου Αἰγύπτου, οὗ προγραφή· οἱ ὑπογεγραμμένοι στρατευσάμενοι ἐν εἴλαις καὶ σπείραις ἐπιτυχόντες σὺν τέκνοις καὶ ἐγγόνοις τῆς Ῥωμαίων πολιτείας καὶ ἐπιγαμίας πρὸς γυναῖκας, ἃς τότε εἶχον, ὅτε αὐτοῖς ἡ πολιτεία ἐδόθη, ἢ εἴ τινες ἄγαμοι εἶεν, πρὸς ἃς ἐὰν μετοξὺ ἀγάγωσι, τοῦ μέχρι μιᾶς ἕκαστος, ὁμοίως δὲ καὶ Ῥωμαῖοι καὶ ἀπελεύθεροι καὶ δοῦλοι καὶ ἕτεροι ἐπεκρίθησαν ὑπὸ Τίτου Φλαυίου Τιτιανοῦ ἐπάρχου Αἰγύπτου διὰ Μάρκου Ἰουλίου Σενεκίωνος χειλιάρχου λεγεῶνος β Τραιανῆς Ἰσχυρᾶς ἀπὸ τῆς πρὸ ιδ Καλανδῶν Μαρτίων, ἥτις ἐστὶν Μεχεὶρ κβ, ἄχρι τῆς τῶν Καλανδῶν Μαρτίων, ἥτις ἐστὶν Φαμενὼθ ε, τοῦ ἐνεστῶτος ϛ ἔτους αὐτοκράτορος καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου σεβαστοῦ καὶ αὐτοκράτορος καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου σεβαστοῦ· ἅ τε παρέθοντο δικαιώματα τῷ προγεγραμμένῳ Ἰουλίῳ Σενεκίωνι χειλιάρχῳ λεγεῶνος β Τραιανῆς Ἰσχυρᾶς ἑκάστῳ ὀνόματι παράκειται. μεθʼ ἕτερα σελίδων …· Ὀξυρυνχείτου. Λούκιος Καλπούρνιος Σενέκα, δοῦλοι οἰκογενεῖς Ζώσιμος καὶ Ἐπάγαθος, ἔτι δὲ καὶ Ἑρμῆς Γερμανὸς δοῦλος τοῦ υἱοῦ αὐτοῦ Λουκίου Καλπουρνίου Σερήνου — … δοῦλος τοῦ ἑτέρου αὐτοῦ υἱοῦ Λουκίου Καλπουρνίου Γαιανοῦ. … ἐπήνεγκεν ὁ τοῦ Ζωσίμου καὶ Ἐπαγάθου δεσπότης Λούκιος Καλπούρνιος Σενέκα ἐπίκρισιν μὲν ἑαυτοῦ τῷ … ἔτει θεοῦ Τραιανοῦ, γενομένην ὑπὸ Ῥουτιλίου Λούπου τοῦ ἡγεμονεύσαντος, τὰς δὲ λοιπὰς β ἐπικρίσεις τῶν υἱῶν αὐτοῦ,

---

Documentary Papyri, PSI 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;5.
