# Psi 5 490

Documentary Papyri, Psi 5, PSI 5 490. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-5/490
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-5/490

ὁ δεῖνα τῶι δεῖνα χαίρειν. ἐγράψαμεν καὶ πρότερον Ἀπολλωνίωι περὶ γενηματοφυλάκων καὶ ἄλλων ἐπιστολήν, ὁ δὲ οὐθὲν ἡμῖν ἀντέγραψεν, καὶ νυνὶ δὲ γεγράφαμεν, ἧς καὶ σοὶ τὸ ἀντίγραφον ὑπογεγράφαμεν. καλῶς ἂν οὖν ποιήσαις φροντίσας ἵνα γραφῆι ἡμῖν περί τε τούτων καὶ ὧν ἄλλων αὐτῶι ἐγράψαμεν· ἐὰν γὰρ μὴ ἡμῖν ἀντιγραφῆι …άνεται ἄλλων … ἔρρωσο. ἔτους κη, Μεχεὶρ η. Ἀπολλωνίωι. ἔγραψά σοι καὶ πρότερον ὅτι οἱ γεωργοὶ τὸν σῖτον θερίζουσιν ἤδη καὶ ὅτι γενηματοφυλάκων χρεία ἐστὶν οἳ διατηρήσουσιν τόν τε ἀμητὸν καὶ ἐπὶ τῶν ἁλώνων τὸν ἤδη συναχθέντα σῖτον· καὶ νῦν, ἐάν σοι φαίνηται, γραφήτω εἰ δεῖ καταστῆσαι … αὐτοῖς δυνατοί εἰσιν ἐπαρκέσαι εἰς τὰ καθʼ ἡμέραν δέοντα …αὐτούς ἵνα μὴ διαφορήσωσιν τὸν σῖτον. ἔδει μὲν οὖν, εἴπερ …μονος, καθάπερ ἔγραψας αὐτοῖς, συγγράψασθαι πρὸς τοὺς ἐξειληφότας …τα βέβαια. νυνὶ μὲν γὰρ παρὰ ταύτην τὴν αἰτίαν …ν τὰ μὲν σπέρματα ἐμετρήσαντο κοινῆι, ἀπιδόντες δὲ … τὴν γενομένην σκωληκόβρωτον ἀποκεχωρήκασιν ἐγκαταλείποντες τοὺς γεωργοῦντας τὴν γῆν. γέγραφα οὖν σοι περὶ τούτων ὅπως εἰδῆις. ἔρρωσο. ἔτους κη, Μεχεὶρ η. Ιπ…

---

Documentary Papyri, PSI 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;5.
