# Psi 5 491

Documentary Papyri, Psi 5, PSI 5 491. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-5/491
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-5/491

Ἀγρεοφῶν Ζήνωνι χαίρειν. ὑπογέγραφά σοι τῆς παρὰ Ἐφαρμόστου πρὸς ἡμᾶς ἐπιστολῆς τὸ ἀντίγραφον. καλῶς οὖν ποιήσεις τάς τʼ ἐπιστολὰς … καὶ πυθόμενος δὲ τίνα ἐστὶν ἃ ἀντιγράφει Ἀπολλώνιος…απο… ἀπορεῖ γὰρ …μοια…γραφετ… τα… παρεχομένου εἰς τὰ πράγματα· πρὸς γὰρ τοὺς πολλοὺς ὁ φόβος χρησι… μάλιστα ἑαυτὸν ἐντείνειν εἴωθεν ὅταν φιλανθρωπότατα αὐτῶι μο… ἐὰν δή τις λόγος γίνηται, καλῶς ποιήσεις … αὐτοῦ καθὰ καὶ μέχρι τοῦ νῦν. ἔρρωσο. ἔτους κη, Δύστρου … Ἐφάρμοστος Ἀγρεοφῶντι. λαβὼν τὰς ἐπιστολὰς ἃς κομίζει Παι… οὔσας τὰς πάσας ὀκτὼ σὺν τῆι παρʼ Ἱππονίκου καὶ Ζωίλου τοῦ τραπεζίτου … λόγους ἀπόδος διὰ Ζήνωνος Ἀπολλωνίωι τῶι διοικητῆι καὶ τουτ… καὶ μὴ ἄλλως ποιήσῃς ?. ἐπιμελὲς δέ σοι γενέσθω τοῦ Ζήνωνος πυθέσθαι τίνα ἐστὶν ἃ ἀντιγράφει Ἀπολλώνιος πρὸς τὰς παρʼ ἡμῶν ἐπιστολάς· πάλιν γὰρ παραπλήσια γέγραφεν Ἱππόνικος … πρότερον ἐπέστειλεν Ἀθηνάδου παραγενομένου πρὸς ἡμᾶς. ἔρρωσο. ἔτους κη, Μεχὶρ ιγ. Ἀγρεοφῶν. ἀντίγραφον τῆς παρὰ Ἐφαρμόστου ἐπιστολῆς. ἔτους κη, Δύστρου ιϛ, ἐν Μένδητι.

---

Documentary Papyri, PSI 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;5.
