# Psi 5 543

Documentary Papyri, Psi 5, PSI 5 543. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-5/543
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-5/543

ἐν Πηλουσίωι ἡμερῶν β χόρτος πρώτης ἡμέρας τετρώβολον καὶ τῆς δευτέρας πεντώβολον εἰς κριθὰς ἐν Πηλουσίωι τοῖς ἵπποις δραχμὴ α ὀβολοὶ γ 𐅵 ἐν Ἡρακλέως πόλει χόρτος τετρώβολον κριθῶν ἀρτάβη α 𐅵 ἡ ἀρτάβη τετρωβόλου γίνεται δραχμὴ α ἐν Καλαμίνηι ἐπʼ ἀρίστωι κριθῶν ἀρτάβη πεντώβολον ἐν Φακούσσαις ἐπὶ δείπνωι κριθῶν 𐅵 τριώβολον χόρτος διώβολον ἐπὶ τῶι Ἰσιείωι ἐπʼ ἄριστον κριθῶν ἀρτάβη α δραχμὴ α χόρτος διώβολον διαβάθρας τοῖς ἵπποις ὀβολοὶ β 𐅵 ἐν Βουβάστωι χόρτος καὶ κριθῶν ἀρτάβη α 𐅵 δωρεὰν παρὰ Διονυσοδώρου ἐν Ψεπταωι παρὰ Διοκλεῖ τῆς ἡμέρας κριθῶν ἄρουρα α 𐅵 καὶ χόρτον ἐπὶ τρεῖς ἡμέρας δωρεάν ἐν Ἡρακλέους πόλει κριθῶν ἀρτάβης 𐅵 τριώβολον χόρτος δωρεάν ἐν Ναθοω διέβημεν δωρεὰν καὶ παρὰ τοῦ κωμάρχου ἐπὶ δεῖπνον ἔλαβεν κριθῶν ἀρτάβην α καὶ χόρτου δέσμας μ δωρεάν. οὐχ ἱκανὸς ἐγένετο ὁ χόρτος· προσηγόρασε διωβόλου ἐν τῆι Διοκλέους κώμηι ἐπὶ δύο ἡμέρας χόρτος κριθαὶ δωρεάν ἐπὶ τοῦ Ἰσιείου ἀρτάβη κριθῶν πεντώβολον ἐν Ναυκράτει κριθῶν ἀρτάβης 𐅵 τριώβολον ἐπὶ δεῖπνον παρὰ τοῦ κωμάρχου χόρτου δέσμαι ν δωρεάν ἐν Ἱεράκων πόλει τῆι διαβάθραι δραχμὴ α τετρώβολον ἐν Ἑρμοῦ πόλει κριθῶν ἀρτάβης 𐅵 τριώβολον ἐπʼ ἄριστον ἐν Θεγκουρς ἐπὶ δεῖπνον κριθῶν ἀρτάβης 𐅵 τριώβολον χόρτον διώβολον ἐν Θεβυρχυθ διαβάθρας δραχμὴ α ὀβολὸς ἐν Θεβαχυθ κριθῶν ἀρτάβη α 𐅵 ἡ ἄρουρα δραχμῶν β γίνονται δραχμαὶ γ χόρτος παρὰ τῶν Ἡρακλείδου δωρεάν ἐν Ἱεραῖ νήσωι χόρτου δέσμαι ν παρὰ Στράτωνος δωρεάν χαλινοῦ τοῦ ἀργυροῦ κατασκευὴ διώβολον ἱπποκόμοις εἰς Κάνωπον ναῦλον ὀβολὸς σφυρὶς ἡμιωβέλιον τῶι πώλωι γίνονται δραχμαὶ ιη ἡμιωβέλιον τὸν ὄνον ἀπέδοτο τὸν μέγαν στατήρων ζ τὸν μικρὸν δραχμῶν δ κηρύκειον τῶν β ὄνων ὀβολοὶ ε 𐅵

---

Documentary Papyri, PSI 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;5.
