# Psi 6 683

Documentary Papyri, Psi 6, PSI 6 683. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-6/683
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-6/683

Ἀνουβίωνι στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ κωμογραμματέων ἀμφοτέρων μερίδων. πρὸς ἐπιστολὴν γραφεῖσαν ὑπὸ τοῦ κρατίστου ἐπιστρατήγου Ἀρρίου Οὐίκτορος, ἧς ἐστιν ἀντίγραφον· Ἄρριος Οὐίκτωρ στρατηγοῖς Ἀρσινοίτου χαίρειν. πόσος καθʼ ἑκάστην κώμην μερισμὸς γεγένηται βοῶν τε καὶ μόσχων καὶ αἰγῶν καὶ χοίρων καὶ χόρτου καὶ ὧν ἄλλων φέρει ἡ γῆ παρʼ αὐτοῖς· ἔτι δὲ καὶ …αι καὶ πόσος οἶνος πόσος ἐπεμερίσθη καὶ πόσος ἀριθμός μυριάδων συνήχθη εἰς …ας εἰς τὴν ἀννῶναν τοῖς κυρίοις ἡμῶν παραχρῆμά μοι δηλώσατε προσθέντες τοῖς γράμμασι καὶ τὸ ἐξωδιασθὲν ἀργύριον ἐν … προχρείᾳ ἐκ τοῦ ἱερωτάτου ταμείου εἰς πόσα καὶ τίνα εἴδη ἐχώρησεν. ὥσπερ γὰρ οἶμαι πρόνοιαν ἐποιήσαντο οἱ ἐνχώριοι τοῦ τὰ ἐπιτήδεια παρεσχηκέναι τοῖς γενναιοτάτοις στρατιώταις οὕτω καὶ αὐτῶν ἐπιμεληθῆναι ἀναγκαῖόν ἐστιν ως …ει…σα…ις γ… … ἄλλων … κρέας τῶν τὰς τατ… καὶ παρεῖναί μοι τιμη …ε… ει…χ…ερ… … ταυτη…ης τὸ ἀντίγραφον ἅμα τῷ κατὰ κώμην μερισμῷ … προθεῖναι φροντίσατε, ἵνα πάντες εἰδῶσι καὶ εἴ τις μέμψασθαι ἔχει προσέλθῃ. ἔτους η, Ἁθὺρ η. ἐστὶ δὲ τὸ κατὰ κώμην. … β… φν χόρτου δέσμαι πα Η χοῖροι νγ … ἐπὶ δὲ αδω…εν… χόρτου δέσμαι … χοῖροι με ἐλαίου ῥαφανίνου κοτύλαι β φακ… ὁλοφάκου … ἡμίκοπα ϛ πέρνα α … αἰγῶν … καὶ αἰγῶν … κ …ρξ … χοίρων …λ ιδ

---

Documentary Papyri, PSI 6. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;6.
