# Psi 7 787

Documentary Papyri, Psi 7, PSI 7 787. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-7/787
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-7/787

…π… …ου παρὰ Ἰεμούθου τοῦ δεῖνα τοῦ δεῖνα ἀπὸ ἐποικίου Χ…ων. βούλομαι μισθώσασθαι τὸ ὑπάρχον σοι ἐν τῷ αὐτῷ ἐποικίῳ μυλαῖον ἐνεργὸν ἐν ᾧ μηχανὴ καὶ κοπτουρα σὺν τοῖς … ἐπὶ χρόνον ἔτη τέσσαρα ἀπὸ Φαμενὼθ ιη τοῦ ἐνεστῶτος … ἔτους φόρου τοῦ παντὸς κατʼ ἔτος ἕκαστον ἀντὶ τῶν … π…ς δραχμῶν ἑκατὸν ἑξήκοντα … δραχμῶν διακοσίων · ἔσχον δὲ καὶ … μηχανὴν δραχμῶν ἑκατὸν τ…α… δώσω δέλφακας β, καὶ ὑπὲρ ἐξαιρέτων κατʼ ἔτος … φα…να· δώσω δὲ ὑπὲρ ἀναφορίου τοῦ αὐτοῦ φόρου δραχμὰς ὀκτώ · τὸν δὲ προγεγραμμένον φόρον ἀποδώσω ἐν προθεσμίαις τρισὶ διὰ τετραμήνου τὸ αἱροῦν ἐξ ἴσου· καὶ μὴ ἐξεῖναί μοι ἐντὸς τοῦ χρόνου προλιπεῖν τὴν μίσθωσιν. τοῦ δὲ πελωχίκου καὶ διπλωμάτων … ἀρτοποιίας καὶ νομαρχικῶν πάντων εἶναι πρὸς ἐμὲ τὸν Ἰεμούθην ?: ἐὰν δὲ χρεία γένηται κατασκευῆς εἶναι πρὸς … εὐσχήμονα· τῶν δὲ ὅλμων μυλοκόπων … … πάσῃ εἶναι πρὸς ἐμὲ τὸν Ἰεμούθην· καὶ μετὰ τὸν χρόνον παραδώσω τὰ ὄργανα οἷα ἐὰν ἐγβῇ ἐκ τῆς τρίψεως καὶ τὸ μυλαῖον καθαρὸν ἀπὸ πάσης ἀκαθαρσίας σὺν ταῖς ἐφεστώσαις θύραις καὶ κλεισὶ ε… ἀκολουθεῖν, ἐὰν φαίνηται μισθῶσαι. Ἰεμούθης … ἔτους … Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Παρθικοῦ … … Φαμενὼθ …

---

Documentary Papyri, PSI 7. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;7.
