# Psi 7 820.4.48-820.5.83

Documentary Papyri, Psi 7, 820.4.48 to 820.5.83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-7/820.4.48
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-7/820.4.48

διέγραψαν Θερμουθάριον καὶ Μουσῆς … τῆς αὐτῆς μελλούσης ὑπὲρ τῆς Βουβάστου δραχμὰς δισχιλίας· γίνονται δραχμαὶ Β. Καμίνων δραχμὰς τρισχιλίας ἐννακοσίας ἑβδομηκονταέξ· γίνονται δραχμαὶ Γϡοϛ. καὶ Ἐπεὶφ δ. διέγραψαν Μουσῆς καὶ Θερμουθάριον ἐν Βουβάστῳ οἴνου κα ἔτους ὅ ἐστιν ζ ἔτος καὶ ε ἔτος Βουβάστου τάλαντα ὀκτὼ καὶ δραχμὰς ἑπτακοσίας εἴκοσι· γίνονται τάλαντα η δραχμαὶ ψκ. Ἀφροδίτης συντ τάλαντον ἓν καὶ δραχμὰς τρισχιλίας ἑκατὸν εἴκοσι· γίνονται τάλαντον α δραχμαὶ Γρκ. καὶ τῇ αὐτῇ ἡμέρᾳ. Θερμουθάριον καὶ Μουσῆς Βουβάστου κριθῆς ιθ ἔτους τάλαντα τρία δραχμὰς χιλίας τετρακοσίας· γίνονται τάλαντα γ δραχμαὶ Αυ. καὶ Μεσορὴ η. Θερμουθάριον καὶ Μουσῆς Βουβάστου συντ ἀχύρου ιθ ἔτους δραχμὰς τετρακισχιλίας πεντακοσίας εἴκοσι· γίνονται δραχμαὶ Δφκ. ἀχύρου κ ἔτους δραχμαὶ τετρακισχιλίας πεντακοσίας εἴκοσι· γίνονται δραχμαὶ Δφκ. ἀχύρου κα ἔτους δραχμαὶ τετρακισχιλίας πεντακοσιας εἴκοσι· γίνονται δραχμαὶ Δφκ. Αὐρήλιος Ἀθανάσιος Πτολεμαίου βουλευτὴς ἐπιμελητὴς οἴνου Μέμφεως Αὐρηλίῳ Διδύμῳ Ἀχιλλέως χαίρειν. παρέλαβον παρὰ σοῦ ὑπὲρ κβ ἔτους ὅ ἐστιν η ἔτους καὶ ϛ ἔτους Ἀφροδίτης πόλεως οἴνου ξέστας Ἰταλικοὺς εἰκοσιτρεῖς καὶ ὑπὲρ κώμης Βουβάστου οἴνου ξέστας Ἰταλικοὺς ἑβδομηκονταεπτά· γίνονται ξέσται οζ. Ἀθανάσιος σεσημείωμαι. ὑπατείας Ῥουφίου καὶ Ἀννιανοῦ τῶν λαμπρῶν, Μεσορὴ ιε. οἴνου ὑπὲρ ὀνόματος Θερμουθαρίου καὶ Μουσῆ. Αὐρήλιος Ἄμμων βουλευτὴς ἐπιμελητὴς οἴνου Μέμφεως Αὐρηλίοις Θεμουθαρίῳ καὶ Μουσῆτι χαίρειν. ἔσχον παρʼ ὑμῶν ὑπὲρ κβ ἔτους ὅ ἐστιν η ἔτους καὶ ϛ ἔτους ὑπὲρ κώμης Βουβάστου οἴνου ξέστας Ἰταλικοὺς πεντήκοντα· γίνονται ξέσται ν. Ἄμμων σεσημείωμαι. ὑπατείας Ῥουφίου Οὐολουσιανοῦ καὶ Πετρωνίου Ἀννιανοῦ τῶν λαμπροτάτων Θὼθ ιζ.

---

Documentary Papyri, PSI 7. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;7.
