# Psi 8 872

Documentary Papyri, Psi 8, PSI 8 872. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-8/872
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-8/872

Φλαουίῳ Μηνᾷ τῷ αἰδεσιμωτάτῳ ἐπαρχικῷ καὶ ἐκδίκῳ τῆς Ὀξυρύγχων πόλεως παρὰ Φλαουίου Ἰωάννου ἀπὸ τῆς αὐτῆς πόλεως. τὴν κατʼ ἐμοῦ γεγενημένην παρανομίαν ὑφηγοῦμαι πρὸς τὴν ὑμῶν παίδευσιν καὶ ἅπερ πέπονθα πρὸ τούτου. ἐπίθεσιν πεπονθὼς παρὰ Φιλοξένου ἰδιόγραφον αὐτῷ ἐξεθέμην, καὶ τὰ μὲν τοῦ ἰδιογράφου ἀνεπλήρωσα, ἀπὸ δὲ τυραννίδος τινὸς καὶ κατὰ βίαν παρεσκεύασέν με γραμματεῖον αὐτῷ ἐκθέσθαι φανερᾶς χρυσίου ποσότητος, ὡς ἐπεῖδεν ἡ σὴ παίδευσις, βαρβάρους παῖδας καὶ οἰκέτας καὶ συμμάχους ἐν τῷ ἐμῷ οἴκῳ· ὅπερ καὶ κατεμεμψάμην παρὰ τῇ σῇ παιδεύσει ὡς τούτου ἑώλου καὶ ἀνισχύρου παρʼ αὐτῷ τυγχάνοντος. ἐπεὶ οὖν καὶ νῦν τῇ αὐτῇ μελέτῃ καὶ ἀδικίᾳ χρώμενος συνέσχεν με ἐν ἰδιωτικοῖς τοίχοις καὶ ἐμβέβληκέν με καταγαίοις καὶ μελλόντων τῶν ἀνθρώπων ἀνελέσθαι κατὰ τὴν αὐτοῦ μέθοδον ἅπερ οὐ παρέσχετό μοι, περὶ ὧν μὲν γραμματεῖον αὐτῷ ἐξεθέμην ἀντέστην , τοῦτο δὲ κατεμεμψάμην ἐπὶ τῆς σῆς παιδεύσεως, ὡς εἴρηται, μέλλων δικαστηρίοις προσομιλεῖν κατʼ αὐτοῦ περὶ τούτου. τούτου χάριν τόνδε τὸν λίβελλον ἐπιδίδωμι τῇ σῇ παιδεύσει παρακαλῶν ἐπαναγκασθῆναι αὐτὸν …τούσδε τοὺς λιβέλλους σοι εἰς π…ενεχ…αι … εὐδοκιμωτατ …

---

Documentary Papyri, PSI 8. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;8.
