# Psi 8 897pg2

Documentary Papyri, Psi 8, PSI 8 897 (2). Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-8/897pg2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-8/897pg2

ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Μεχεὶρ κγ, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Σαραπίων Θρακίδου τοῦ Ἑρμογένους μητρὸς τῆς δεῖνα τοῦ δεῖνα ἀπὸ τοῦ Τρύφωνος Ἰσίου τῆς κάτω τοπαρχίας Ἀπολλοφάνει Θ … ου τοῦ δεῖνα … Νεοκοσμίῳ τῷ καὶ …εια…χίῳ μητρὸς Ἀρσινόης τῆς τοῦ δεῖνα … παρακεχωρηκέναι αὐτῷ ἀκολούθως τοῖς ᾠκονομημένοις διὰ τῶν ἐκ τοῦ ἱππικοῦ ἀφʼ οὗ ἐπιδέδωκεν ὁ ὁμολογῶν ὑπομνήματος … ἀπὸ τῶν ὑπαρχόντων αὐτῷ ἐδαφῶν περὶ Σιναρὺ τῆς κάτω τοπαρχίας ἐκ τοῦ Ἡρακλέους τοῦ Καλλικράτους κλήρου κατοικικῆς γῆς σιτοφόρου ἐξ ὀρθογωνίου ἀρούρας τρεῖς σὺν τοῖς ἐπετείοις τούτων ἐκφορίοις· γείτονες τῶν ἀρουρῶν τριῶν νότου Διονυσίου τοῦ Σαραπίωνος κατοικικὸς κλήρος βορρᾶ πλευρισμὸς τοῦ κλήρου, λιβὸς τοῦ προγεγραμμένου … ἵνα ὑπάρχωσι τῷ Ἀπολλοφάνει καὶ ἐκγόνοις αἱ τρεῖς ἄρουραι σὺν τοῖς ἄλλοις … καὶ κυρίως τὸν πάντα χρόνον ἀκολούθως τοῖς περὶ τούτων προστεταγμένοις καὶ ἐπεσταλμένοις· ἀνθʼ ὧν αὐτόθεν ἀπέσχηκεν ὁ ὁμολογῶν παρὰ τοῦ Ἀπολλοφάνους τὸ συμπεφωνημένον πρὸς ἀλλήλους … παραχωρητικὸν τὰς τοῦ ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς δισχιλίας τετρακοσίας ἐκ πλήρους· καὶ μηθὲν παρασυνγραφήσειν μηδὲ κακοτεχνήσειν τὸν ὁμολογοῦντα πρὸς τὴν παραχώρησιν ταύτην τρόπῳ μηδενί, ἀλλὰ καὶ αὐτὸν παρέξεσθαι τῷ Ἀπολλοφάνει καὶ τοῖς παρʼ αὐτοῦ τὰς τρεῖς ἀρούρας διὰ παντὸς μὲν βεβαίας ἀπὸ πάντων πάσῃ βεβαιώσει …α…αι… και… ἔτι δὲ καὶ καθαρὰς ἀπὸ δημοσίων καὶ τῶν ἄλλων τελεσμάτων πάντων τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ διελθόντος ἑνδεκάτου ἔτους καὶ αὐτοῦ τοῦ ἑνδεκάτου ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ. ἐὰν δέ τι τούτων ὁ ὁμολογῶν παρασυγγραφῇ, ἄκυρον ἔστω καὶ προσαποτεισάτω τῷ Ἀπολλοφάνει ἢ τοῖς παρʼ αὐτοῦ καθʼ ὃ ἂν παρασυνγραφῇ εἶδος τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, καὶ μηθὲν ἧσσον τὰ διωμολογημένα κύρια ἔστω. κυρία ἡ ὁμολογία Σαραπίων Θρακίδου τοῦ Ἑρμογένους τέθειμαι τὴν ὁμολογίαν καὶ παρακεχώρηκα τῷ Ἀπολλοφάνει Θ…ου ἀπὸ τῶν ὑπαρχόντων μοι ἐδαφῶν περὶ Σιναρὺ ἐκ τοῦ Ἡρακλέους τοῦ Καλλικράτους κλήρου ἀρούρας τρεῖς καὶ ἀπέσχον τὸ παραχωρητικὸν τὰς τοῦ ἀργυρίου δραχμὰς δισχιλίας τετρακοσίας καὶ βεβαιώσω ἐπὶ πᾶσι τοῖς προκειμένοις. Ἀπολλοφάνης Θ…ου Νεοκόσμιος ὁ καὶ …εια…χιος παρακεχώρημαι ὡς πρόκειται. Σαραπίων ὡς ἐτῶν λθ ἀναφάλακρος οὐλὴ … δεξι . Ἀπολλοφάνης ὡς ἐτῶν λ ἀναφάλακρος

---

Documentary Papyri, PSI 8. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;8.
