# Psi 8 905dupl

Documentary Papyri, Psi 8, PSI 8 905. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-8/905dupl
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-8/905dupl

… υσεως παραγε… γὰρ σὺν ταῖς γυναιξὶ vestig γυναῖκες εἰ ἔχει αὐτῶν Ἀπολλώνιος καὶ Δίδυμος ἀμφότεροι Ἀπολλωνίου ὁμολογοῦμεν παρακεχωρηκέναι Ζήνωνι Πτολεμαίου, ὥστε αὐτῶι καὶ ἐκγόνοις αὐτοῦ καὶ τοῖς παρʼ αὐτοῦ εἰς μετεπιγραφὴν ἀπὸ τῆς προγεγραμμένης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον ἀπὸ τοῦ ὑπάρχοντος ἡμῖν πατρικοῦ κατοικικοῦ κλήρου περὶ Ταλεὶ ἀπὸ ἀρουρῶν τεσσάρων ἢ ὅσαι ἂν ὦσι ἀρούρας δύο σὺν τῶι κριθίνωι σπόρωι σχοινίωι ἐνενηκονταεξαπήχει τῶι πρὸς τὴν ἐπὶ τοῦ Φρεμεὶ κρηπῖδα· ὧν γείτονες τῶν δύο ἀρουρῶν νότου Ταορσεῦτος τῆς Χαιρήμωνος, βορρᾶ Μυσθαρίωνος τοῦ Πύρρου ἀμπελὼν καὶ Ἀλκίμου κλῆρος, λιβὸς ἡμῶν αἱ λοιπαὶ ἄρουραι δύο , ἀπηλιώτου τοῦ πριαμένου κλῆρος. καὶ ἀπέχομεν τὸ παραχωρητικὸν ἀργυρικὸν κεφάλαιον καὶ βεβαιώσομεν πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων καὶ ἐπιγραφῶν καὶ ἀρταβίας καὶ ναυβίων καὶ ἀριθμητικῶν καὶ τῶν ἄλλων πάντων τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι τοῦ δωδεκάτου ἔτους καὶ αὐτοῦ τοῦ δωδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως διὰ παντὸς ἐπὶ τὸν ἅπαντα χρόνον καὶ ποτιεῖ κατὰ τὰς ἔτι ἄνωθεν συνηθείας. εὐδοκεῖ δὲ ἡ τοῦ Ἀπολλωνίου γυνὴ Ταπαεῖς ἡ καὶ Ταπιτύνις Πετεεῦτος καὶ ἡ τοῦ Διδύμου γυνὴ Ταορσεῦς Μιεῦτος μετὰ κυρίου ἑκατέρας τοῦ ἀνδρός, καὶ μὴ ἐπελεύσεσθαι. ἔγραψεν ὑπὲρ αὐτῶν Ἡρώδης Ἡρώδου διὰ τὸ τὸν Ἀπολλώνιον μὴ εἰδέναι γράμματα, τὸν δὲ Δίδυμον βραδύτερα γράφειν. Δίδυμος Ἀπολλωνίου συναπέχω καὶ συνβεβαιώσω καθὼς πρόκιται, καὶ ἐπιτέταχα γράφειν. Ζήνων Πτολεμαίου γέγονε εἴς με ἡ παραχώρησις τῶν Διδύμου καὶ … τη…ις προκιταις ?.

---

Documentary Papyri, PSI 8. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;8.
