# Psi 8 915

Documentary Papyri, Psi 8, PSI 8 915. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-8/915
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-8/915

ὁ δεῖνα τοῦ δεῖνα …ς μητρὸς Θαρμύθεως ὁμολογῶ πεπρακέναι Ναρκίσσῳ ἀπελευθέρῳ υἱῶν Μάρωνος τοῦ δεῖνα καὶ Μάρωνος τοῦ Ἡρακλείδου κατὰ τήνδε τὴν πρᾶσιν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον μοι ἥμισυ μέρος οἰκιδίου διστέγου καὶ ἐστὶν ἐκ τοῦ πρὸς βορρᾶ μέρους καὶ ἐκ τοῦ πρὸς νότου μέρους αὐλύδριον ἐπὶ τὸ αὐτό· ὧν μέτρα τοῦ ἡμίσους μέρους οἰκίας καὶ αὐλυδρίου νότου ἐπὶ βορρᾶ πήχεις … δακτύλους ἕξ, λιβὸς ἐπʼ ἀπηλιώτου πήχεις δεκαεπτά, ἐπὶ πάντα δὲ τῶν πηχισμῶν ἢ ὅσων ἂν ὦσιν· ὧν γείτονες νότου Ὀννώφριος τοῦ Ἁτρῆτος τὸ κοινὸν ἥμισυ μέρος τῆς οἰκίας, βορρᾶ … λιβὸς υἱῶν Πατύνιος ψιαθοπλόκου τόποι, ἀπηλιώτου ῥύμη βασιλική· καὶ ἀπέχω τὴν συγκεχωρημένην τιμὴν παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἀπὸ τελεσμάτων πάντων καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον. εὐδοκοῦσι δὲ ἡ γυνή μου Θαῆσις τοῦ δεῖνα καὶ ὁ υἱὸς ἡμῶν Πακῆβκις καὶ αἱ τῶν τετελευτηκότων μου υἱῶν Χαιρήμονος καὶ Ὀννώφριος γυναῖκες, τοῦ μὲν Χαιρήμονος Θαῆσις Καλατῦτις καὶ ἡ τοῦ Ὀννῶφρις Ταορσεῦς Πατύνιος, τῇ πράσει ταύτῃ καὶ μὴ ἐπελεύσονται ἐπὶ τὸν ἅπαντα χρόνον μηδʼ ἐγκαλέσειν μηδὲ ἄλλον ὑπὲρ αὐτῶν καθὼς πρόκειται. ἔγραψε ὑπὲρ αὐτῶν Ἁρμιῦσις Ὀρσεῦς διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Νάρκισσος ἀπελεύθερος υἱῶν Μάρωνος καὶ Μάρωνος τοῦ Ἡρακλείδου γέγονʼ εἴς με ἡ πρᾶσις καθὼς πρόκιται.

---

Documentary Papyri, PSI 8. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;8.
