# Psi 1156

Documentary Papyri, Psi, PSI 10 1156 descr.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi/1156
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi/1156

ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Παχὼν ιθ ἐν Τεβτύνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσι Μάρων ὡς ἐτῶν τριακονταεννέα οὐλὴ βραχίονι ἀριστερῷ καὶ Πακῆβκις ὡς ἐτῶν τριακονταεπτὰ οὐλὴ δακτύλωι μικρῶι χειρὸς ἀριστερᾶς, ἀμφότεροι Μαρεψήμιος, Ὀννώφρι Πακήβκιος τοῦ καὶ Πετεμίνιος ὡς ἐτῶν τεσσαρακοντατεσσάρων οὐλὴ μετώπῳ μέσωι ἀπέχειν παρὰ τοῦ Ὀννώφριος διὰ χειρὸς ἀργυρίου δραχμὰς ἑκατὸν τεσσαρακονταοκτὼ καὶ τοὺς τόκους ἃς ὤφειλεν ὁ Ὀννῶφρις κατʼ ἀσφάλειαν τετελειωμένην διὰ τοῦ αὐτοῦ γραφείου τῶι τρίτῳ ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου μηνὶ Καισαρείῳ … ἣν καὶ ἀναδέδωκαν τῷ Ὀννώφρι εἰς ἀκύρωσιν καὶ μὴ ἐπελεύσεσθαι τοὺς ὁμολογοῦντας ἐπὶ τὸν Ὀννῶφριν περὶ μηδενὸς ὀφειλήματος μέχρι τῆς ἐνεστώσης ἡμέρας. Πακῆβκις Μαρεψήμιος καὶ ὁἀδελφὸς Μάρων ὁμολογοῦμεν ἀπέχειν παρὰ Ὀννώφριος τοῦ Πακήβκιος ἀργυρίου δραχμὰς ἑκατὸν τεσσαρακονταοκτὼ καὶ τοὺς τόκους ἃς ὤφειλεν κατʼ ἀσφάλειαν καὶ οὐδὲν ἐνκαλοῦμεν καθὼς πρόκιται. Μάρων Μαρεψήμιος συναπέχω καθὼς πρόκιται. Ὀννῶφρις Πακήβκιος γέγονε ἡ ἀποχή.

---

Documentary Papyri, PSI. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi.corr.
