# Rom.Mil.Rec. 1 76.vii.2-76.viii.16

Documentary Papyri, Rom.Mil.Rec. 1, 76.vii.2 to 76.viii.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/rom-mil-rec-1/76.vii.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/rom-mil-rec-1/76.vii.2

Γάιος Σερῆνος ἱππεὺς ἴλης Γαλλικῆς τούρμης Γεμέλλου α Ἰουλίῳ Σερήνῳ σούμμῳ κουράτορι χαίρειν· ἔλαβον παρὰ σοῦ τὴν γράστιν μου ὑπὲρ τοῦ ἔτους ιθ δηνάρια εἴκοσι πέντε . ἔτους ιθ Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων σεβαστῶν Τῦβι κα. ἐξερχόμενος εἰς Ἀφροδιτώ. Παθερμοῦθις Παλαμότου ἱππεὺς ἴλης Γαλλικῆς τούρμης Σερήνου Μελανι Ἰουλίῳ Σερήνῳ σούμμῳ α κουράτορι χαίρειν· ἔλαβον παρὰ σοῦ τὴν γράστιν μου ὑπὲρ τοῦ ἔτους ιθ Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων Σεβαστῶν δηνάρια εἴκοσι πέντε . Τῦβι κα. Γάιος Σερῆνος ἱππεὺς ἴλης τῆς αὐτῆς τούρμης Γεμέλλου ἔγραψα ὑπὲρ αὐτοῦ ἐρωτηθεὶς διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Λογγῖνος Ἀριανὸς ἱππεὺς ἴλης Γαλλικῆς τούρμης Λουκιλλίου Βάσσου Σερήνῳ σούμμῳ κουράτορι χαίρειν· ἔλαβον παρὰ σοῦ τὴν α γράστιν μου ὑπὲρ τοῦ ιθ ἔτους δηνάρια εἴκοσι πέντε ἐν προχρείᾳ ἐξερχόμενος εἰς Σκηνὰς Μανδρας. ἔτους ιθ Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων σεβαστῶν Τῦβι κβ. Ἑρέννις Μέλας σησκουπλικάριος ἴλης τῆς αὐτῆς ἔγραψα ὑπὲρ αὐτοῦ ἐρωτηθεὶς διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. η Ἰούλιος Σερῆνος ἱππεὺς ἴλης οὐετρανῆς Γαλλικῆς τούρμης Λυκαρίωνος α Ἰουλίῳ Σερήνῳ σούμμῳ κουράτορι χαίρειν· ἔλαβον παρὰ σοῦ τὴν γράστιν ὑπὲρ τοῦ ιθ δηνάρια εἴκοσι πέντε ἐν προχρείᾳ ἐξερχόμενος εἰς Σκηνὰς Μικράς. ἔτους ιθ Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων σεβαστῶν Τῦβι κβ. Ἀπῶνις Γερμανὸς ἱππεὺς ἴλης τῆς αὐτῆς τούρμης Ἀμμωνιανοῦ Ἰουλίῳ Σερήνῳ σούμμῳ κουράτορι χαίρειν· ἔλαβον παρὰ σοῦ τὴν α γράστιν μου ὑπὲρ τοῦ ιθ δηνάρια εἴκοσι πέντε ἐν προχρείᾳ ἐξερχόμενος εἰς Σκηνὰς Μικράς. ἔτους ιθ Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων σεβαστῶν Τῦβι κβ. Ἰούλιος Σερῆνος ἱππεὺς ἴλης τῆς αὐτῆς τούρμης Λυκαρίωνος ἔγραψα ὑπὲρ αὐτοῦ διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Μᾶρκος Τίτος ἱππεὺς ἴλης Γαλλικῆς τούρμης Ἀγρίππα Ἰουλίῳ Σερήνῳ σούμμῳ κουράτορι χαίρειν· ἔλαβον παρὰ σοῦ τὴν γράστιν μου ὑπὲρ τοῦ α ἔτους ιθ δηνάρια εἴκοσι πέντε ἐν προχρείᾳ ἐξερχόμενος εἰς τὰ Βουκόλια.

---

Documentary Papyri, Rom.Mil.Rec. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/rom.mil.rec;1.
