# SB 1 16

Documentary Papyri, SB 1, SB 1 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-1/16
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-1/16

… παρέθετο εἰς ἀπόδειξιν τοῦ εἶναι ἱερατικοῦ γένους ἀντίγραφον τῆς κατʼ οἰκίαν ἀπογραφῆς τῆς γενομένης θ ἔτει Ἀντωνείνου τοῦ κυρίου … ἐπὶ τῆς γραφῆς τῶν τοῦ νομοῦ δημοσίων λόγων βιβλιοφυλάκων καὶ ὁμοίως τοῦ ὑπομνήματος τῆς … ἔτει γενομένης ἐπιγεννήσεως τῶν παίδων συνθεμένων ταῖς ἀποδείξεσι Πετεσούχου τοῦ καὶ Πτολεμαίου Ὀννώφρεως στολιστοῦ Σούχου θεοῦ μεγάλου μεγάλου καὶ τῶν συννάων θεῶν καὶ διαδόχου προφητείας τῶν ἐν Ἀρσινοιτῶν πόλει θεῶν καὶ Πακύσεως Πανεφρέμμεως τοῦ Ὥρου καὶ Σαταβοῦτος Ὥρου τοῦ Σαταβοῦτος καὶ Πανεφρέμμεως Ἀγχώφεως καὶ Τεσενούφεως Τεσενού φεως καὶ Ἁρπαγάθου, Στοτοήτιος … τῶν … ἱερέων τῆς κώμης. γράφω σοι, τιμιώτατε, παραγγείλας αὐτῷ ἐλθεῖν ἐπί σε μετὰ τῶν παίδων. εἰσὶν μέντοι πρὸς τὸ ἐνεστὸς ιθ ἔτος τοῦ κυρίου ἡμῶν Ἀντωνείνου Καίσαρος κατὰ τὴν ὡς πρόκειται γενομένην αὐτῶν ἐπιγέννησιν ὁ μὲν … ἐτῶν …, ὁ δὲ … ἐτῶν …. ἐρρῶσθαί σε εὔχομαι. ἔτους ιθ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς …. μετὰ τὴν ἀνάγνωσιν Ἀγαθοκλῆς ἐπύθετο, εἴ τινα σημεῖα ἔχουσιν οἱ παῖδες … ἱερογραμματέως εἰπόντος … ξα μὲν οὐλὰς τοῦ δ… τὸν δὲ … ἄσημον εἶναι, Κλαύδιος Ἀγαθοκλῆς ἀρχιερεὺς καὶ ἐπὶ τῶν ἐν Αἰγύπτῳ ἱερῶν εἶπεν· εἰ ἄρα δύνανται αἱ οὐλαὶ παρορᾶσθαι … περιτεμνέσθωσαν κατὰ τὸ ἔθος.

---

Documentary Papyri, SB 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;1.
