# SB 1 4317

Documentary Papyri, SB 1, SB 1 4317. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-1/4317
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-1/4317

Πτολεμαῖος Διοδώρᾳ τῇ ἀδελφῇ χαίρειν. γινώσκειν σε θέλω, ὅτι ὕπνος οὐκ ἔρχεταί μοι διὰ νυκτὸς χάριν τῆς σῆς ἀπροαιρέσεως καὶ τῆς σῆς ἀπροθυμίας, ἣν ποιεῖς μοι περὶ τῶν ἐμῶν. καὶ ἄν τι σπανίσω ἐκ τῶν ἐμῶν, σοῦ χάριν γίνεται, ἤτʼ ἂν ἀναπλεύσω πρός σε καὶ μαρσίππιν εὕρω οὗ ζητῶ, ἤτʼ ἄν τι ἄλλο ὁμοίως. ἐκ σοῦ ἡδέως ἔχω παρʼ ἐμοὶ καὶ ἀναπαύομαι καὶ τῆς σῆς ἀπληστίας καὶ ἀδικίας· πολεμεῖ με διότι εἶπόν σοι εἰς ὄψιν· οὐδὲν θέλω παρὰσοῦ ἐφʼ ὅσον ἐν Ἀλεξανδρίᾳ εἰμί, εἰ μὴ μόνον τὸν ἱματισμὸν καὶ κεράμιν ἐλαίου κατʼ ἐνιαυτόν. ταῦτα ἐν ἐμαυτῷ λέγων ὡς πολλά σοι ἐχαρισάμην καὶ οὔτε αὐτὰ … ἧκε πεῖσαί μοι τῷ λόγῳ, ἅμα καὶ γνώμην σοι λάβω περί τινος πράγματος, ἢ διʼ αὐτῶν πέμψαι ὃ θέλεις σὺν ἐπιστολιδίῳ, ἐὰν μὴ θέλῃς σκυλῆναι οὕτως. ταῦτά σοι γράφω ὡς ἀγνωμονήσας τῇ στάσει καὶ προσδοκῶ σοι. γεγύμνωμαι καὶ ὕβρισμαι παρὰ πάντων τῶν συνπολιτῶν, καὶ δὸς Ταπασίτι ὃ ἔχεις αὐτὴν ἐν παραθέσει; ἀσπάσομαι Δῖον τὸν καὶ Κάστορα καὶ Πολυδεύκην καὶ Πεκῦσιν πολλὰ καὶ Ἀφροδίτην καὶ Ἑρμιόνην σὺν τέκνοις καὶ εἴ τις ἐμοὶ ἀσπασι καὶ …νι…

---

Documentary Papyri, SB 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;1.
