# SB 1 4370

Documentary Papyri, SB 1, SB 1 4370. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-1/4370
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-1/4370

ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, ἐφʼ ἱερέων τῶν ὄντων ἐν Ἀλεξανδρείᾳ καὶ τῶν ἄλλων τῶν γραφομένων κοινῶν, μηνὸς Γορπιαίου Ἐπεὶφ νεομηνίᾳ. διʼ ἐπιτηρητῶν ἀγορανομίας περὶ Τέκμει τοῦ ὑπὲρ Μέμφιν Ἡρακλεοπολίτου. ἐδανείσατο Αὐρηλία Θαῆσις Πανεδβεύιος μητρὸς Νεμεσιαίνης ἀπὸ κώμης Πεενάμεως ὡς ἐτῶν τριάκοντα δύο , οὐλὴ ἀντικνημίῳ ἀριστερῷ, μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Αὐρηλίου Ἡρακλιανοῦ οὐετρανοῦ ὡς ἐτῶν τεσσαράκοντα ἑπτά , ῥινὶ … φαλ… παρὰ Αὐρηλίου Σαραπίωνος οὐετρανοῦ ὡς ἐτῶν τεσσαράκοντα ἐννέα ἀργυρίου Σεβαστοῦ νομίσματος κεφαλαίου δραχμὰς ἐννακοσίας τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον, ἃς καὶ ὁμολογεῖ ἡ δεδανεισμένη Αὐρηλία Θαῆσις ἔχειν ταύτας ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου καὶ ἀποδώσειν αὐτὴν αὐτὰς ταύτας τῷ μηνὶ Ἐπεὶφ τοῦ εἰσιόντος ἐνάτου ἔτους ἀνυπερθέτως, τῆς πράξεως αὐτῷ οὔσης ἔκ τε τῆς δεδανεισμένης Θαήσιος καὶ ἐκ τῆς ἑξῆς δηλωσομένης ὑποθήκης πράσσοντι καθάπερ ἐκ δίκης. ὑπὲρ δὲ τοῦ προκειμένου κεφαλαίου κατὰ πᾶσαν ἀσφάλειαν παρακατατίθησι ἡ Θαῆσις τῷ Αὐρηλίῳ Σαραπίωνι τὴν ὑπάρχουσαν αὐτῇ περὶ κώμην Πεενάμεα ἐκ τοῦ Πας… κλήρου ἄρουραν μίαν ἥμισυ , γείτονες, καθὼς αὐτοὶ ὑπηγόρευσαν, νότου κληρονόμων …αβίωνος ἄρουραι … ωσμη…, λιβὸς βασιλικὴ ὁδός, … κλήρου κατοικικοῦ ἄρουραν μίαν ἥμισυ , γείτονες …ερωτος Βιέγχεως, ἀπηλιώτου Πινούτιος ψιλὸς τόπος, λιβὸς τοῦ Αὐρηλίου Σαραπίωνος, καὶ περὶ …ροδην κλήρου κατοικικοῦ ἄρουραν μίαν , γείτονες νότου …γλεσατο, ἀπηλιώτου …ήφιος Πανεδβεύιος, λιβὸς κληρονόμων Διδυμιανοῦ εὐθανιαρχήσαντος τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων, βορρᾶ …θη…η… Ἀπολλωνίας …ας καὶ τῆς Θαήσιος μὴ ἀποδιδούσης, ἐξεῖναι τῷ Σαραπίωνι ἐμβαδεύσαντι κρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν καὶ ἐξουσίαν ἔχειν πᾶσαν οἰκονομίαν κατʼ αὐτῶν ἐπιτελεῖν ἀνεμποδίστως οὐ προσδεομένου τῆς Αὐρηλίας Θαήσιος παρουσίας, ἣ καὶ εὐδοκεῖ τῇ προγεγραμμένῃ ταύτῃ τῇ ὑποθήκῃ καὶ βεβαιοῖ πάσῃ βεβαιώσει … πάντα τὸν ἐπελευσόμενον ἢ ἐμποιησόμενον αὐτη… ἀποστήσειν, ἃ καὶ …ν τοῖς ἰδίοις αὐτῆς γράμμασι. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καὶ καλῶς γεγενῆσθαι, ἐπερωτηθέντες ὡμολόγησαν. ἡ ὑποθήκη κυρία. Αὐρηλία Θαῆσις μετὰ κυρίου τοῦ ἀνδρὸς Αὐρηλίου Ἡρακλιανοῦ δεδάνεισμαι παρὰ τοῦ Αὐρηλίου Σαραπίωνος δραχμὰς ἐνακοσίας ἐπὶ ὑποθήκῃ τῶν ἀρουρῶν τριῶν ἡμισείας , καὶ ἀποδώσω ὡς πρόκιται. Αὐρήλιος Σαραπίων δεδάνεικα ὡς πρόκειται.

---

Documentary Papyri, SB 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;1.
