# SB 1 4503

Documentary Papyri, SB 1, SB 1 4503. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-1/4503
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-1/4503

ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, βασιλείας τοῦ γαληνοτάτου ἡμῶν δεσπότου τῆς οἰκουμένης Φλαουίου Φωκᾶ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους τρίτου, Τῦβι ιε, ἰνδικτίονος δεκάτης. Αὐρήλιοι Διώσκορος Ἁρσύνιος μίσθιος πορφυροπώλης καὶ ἡ μήτηρ αὐτοῦ Τιβέλλας ἀπὸ κώμης Θινὸς τοῦ Θινίτου νομοῦ, παρέχοντες ὑπὲρ αὑτῶν ὑπογραφέας καὶ μάρτυρας τῆσδε τῆς ὁμολογίας τοὺς ἑξῆς ὑπογράφοντας, Αὐρηλίῳ Παχυμίῳ Ψάτου καὶ αὐτῷ πορφυροπώλῃ ἀπὸ Πανὸς πόλεως, νῦν δὲ ἔπειτα ἐνταῦθα ἐν τῇ αὐτῇ κώμῃ Θινὸς χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προκείμενος Διόσκορος διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας ἰδίῳ μου κινδύνῳ καὶ πόρῳ τῆς ἰδίας μου ὑποστάσεως συνθέσθαι σοὶ καὶ ὑπουργῆσαι τῆς τέχνης πρὸς τῶν ἄλλων μισθίων πρὸς ἐτῶν δύο ἀριθμουμένων ἀπὸ τῆς σήμερον καὶ προγεγραμμένης ἡμέρας, ἥτις ἐστὶν τοῦ μηνὸς Τῦβι ιε, … ἰνδικτίονος ι. ἔχω δὲ παρὰ σοῦ λόγῳ μισθοῦ μου διʼ ὅλων τῶν δύο ἐνιαυτῶν σίτου ἀρτάβας δέκα ἐννέα οὕτως· τῷ μὲν πρώτῳ ἔτει σίτου ἀρτάβας θ, τῷ δὲ ἄλλῳ ἔτει τὰς λοιπὰς σίτου ἀρτάβας ι, τῆσδε τῆς τροφῆς μου γιγνομένης παρά σου τοῦ προκειμένου Παχυμίου. εἰ δὲ συμβαίῃ, ὅπερ ἀπείη, ἐμὲ ἀποστῆναι ἀπὸ τοῦ σου οἴκου ἕως πληρουμένων τῶνδε τῶν δύο ἐνιαυτῶν, ἐπὶ τῷ ἐμὲ παρασχεῖν σοι ὑπὲρ λόγῳ προστίμου χρυσίου νομισμάτιον α, εἰ δὲ καὶ ἐμὲ τοῦ προκειμένου Παχυμίου βουληθῇ ἐκβαλεῖν σοι ἐκ τῆς αὐτῆς τέχνης ἄχρις πληρουμένου τοῦ αὐτοῦ χρόνου, ἐπὶ τῷ ἐμὲ παρασχεῖν σοι τὸν μισθόν σου εἰς πλῆρες, καὶ εἰς τὰ προγεγραμμένα πάντα ἐπερωτηθεὶς ὡμολόγησα . Αὐρήλιοι Διόσκορος καὶ Τιβέλλας οἱ προκείμενοι στοιχεῖ ἡμῖν πάντα ὡς πρόκειται. ἔγραψα ὑπὲρ αὐτῶν Ἰσὰκ Ἀβρααμίου ἀπὸ Τάμεως . Παῦλος Μεγάλου ἀπὸ Θινὸς μαρτυρῶ τῇδε τῇ ὁμολογίᾳ αἰτηθεὶς παρὰ τῶν θεμένων, ὁ καὶ σωματίσας . σὺν θεῷ ὁμολογία γεναμένη … Διόσκορος Ἁρσυνίου Τιβέλλα μητρὸς …

---

Documentary Papyri, SB 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;1.
