# SB 1 5112.1-34

Documentary Papyri, SB 1, 5112.1 to 5112.34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-1/5112.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-1/5112.1

… καὶ μετὰ τὴν ὑπατείαν τοῦ αὐτοῦ θειοτάτου καὶ γαληνοτάτου ἡμῶν δεσπότου Φλαουίου Ἡρακλείου … Ἰωάννης υἱὸς Πιστώιτος ἐλάχιστος ἀναγνώστης ἁγίας ἐκκλησίας Ἀπόλλωνος καὶ ἡ τούτου μήτηρ Αὐρηλία Μάρθα θυγάτηρ Σουροῦτος ἐκ μητρὸς Σοφίας ὁρμώμενοι μὲν ἀπὸ … Ἰωάννης καὶ Μάρθα οἱ προγεγραμμένοι παρέχοντες ὑπὲρ αὐτῶν ὑπογραφέα … ὑπὲρ αὐτῶν ὑπογράφοντα καὶ μάρτυρας … μαρτυρούντων τῇ παρούσῃ βεβαίᾳ καὶ ἀπαραβάτῳ πράσει. Αὐρηλίοις Βίκτορι υἱῷ Δανιηλίου Τανουβε…ες Σαβίνου καὶ τῇ τούτου συμβίῳ Ἡραείδι ἐκ πατρὸς Ζαχαρίας, ἐκ μητρὸς Τερήτ, ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογοῦμεν ἡμεῖς οἱ προγεγραμμένοι Ἰωάννης καὶ Μάρθης ἡ τούτου μήτηρ ἑκόντες καὶ πεπεισμένοι ἄνευ παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ συναρπαγῆς καὶ οἱασδήποτε κακονοίας καὶ κακοηθείας καὶ παντὸς ἐλαττώματος καὶ πάσης νομίμου περιγραφῆς, ἅμα δὲ ἐπωμοσάμεθα πρὸς δὲ τὴς ἁγίας καὶ ὁμοουσίου τριάδος καὶ νίκην καὶ διαμονὴν τῶν γαληνοτάτων καὶ θεωστηρίκτων ἡμῶν δεσποτῶν Φλαουίων Ἡρακλείου καὶ Ἡρακλείου Νέου Κωνσταντίνου τῶν αἰωνίων Αὐγούστων Αὐτοκρατόρων καὶ Νικήτα τοῦ πανευφήμου καὶ ὑπερφυεστάτου πατρικίου πεπρακέναι σήμερον κατὰ τήνδε τὴν ὠνιακὴν ἀσφάλειαν ὑμῖν τοῖς προγεγραμμένοις Βίκτορι καὶ Ἡραείδι συμβίῳ καὶ καταγεγραφηκέναι ὠνιακῷ νόμῳ καὶ πληρεστάτῳ παντὶ δεσποτείας δικαίῳ ἐπʼ αἰωνίᾳ κατοχῇ ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἑξῆς καὶ ἀεὶ ἅπαντα διηνεκῆ χρόνον τὸ ὑπάρχον καὶ διαφέρον ἡμῖν νότινον ἥμισυ μέρος ἀπὸ τοῦ ἀπηλιωτικοῦ συμποσίου ἀνεῳγμένην ἐπὶ λίβα καὶ τὸ ἥμισυ τοῦ ἀέρος αὐτοῦ, ἅπαν ἐν τῇ οἰκίᾳ Ταχτῶρε διακείμενον ἐν τῷ ὑψώματι τῆς πόλεως ἐπὶ λαύρας Τσιωθώρ, καὶ τὴν ἀναλογίαν ἡμῶν ἀπὸ τοῦ πυλῶνος καὶ τοῦ πεσσοῦ καὶ μετὰ τῆς εἰσόδου καὶ ἐξόδου καὶ ἀνόδου καὶ καθόδου καὶ ἀπὸ πάντων τῶν κοινωνιμιαίων τόπων, καὶ ὁμολογοῦμεν τοῦ λοιποῦ μηδὲ ἓν μέρος ἢ δίκαιον ὑπολείπεσθαι ἡμῖν ἀπὸ τοῦ αὐτοῦ συμποσίου καὶ τοῦ ἀέρος αὐτοῦ καὶ ἀπὸ πάντων τῶν κοινωνιμιαίων τόπων ὡς εἴρηται περιελθὸν εἰς ἡμᾶς ἀπὸ διαδοχῆς Πιστώϊτος τοῦ μακαρίτου ἐμοῦ μὲν Ἰωάννης πατρός, ἐμοῦ δὲ Μάρθης ἀνδρός.

---

Documentary Papyri, SB 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;1.
