# SB 1 5114.1-34

Documentary Papyri, SB 1, 5114.1 to 5114.34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-1/5114.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-1/5114.1

… καὶ Ἡρακλείου Νέου Κωνσταντίνου τῶν αἰωνίων Αὐγούστων Αὐτοκρατόρων πεπρακέναι σήμερόν σοι τῷ προγεγραμμένῳ Ζαχαρίᾳ κατὰ τήνδε τὴν ἔγγραφον ὠνιακὴν ἀσφάλειαν καὶ καταγεγραφηκέναι ὠνιακῷ νόμῳ καὶ πληρεστάτῳ παντὶ δεποτείας δικαίῳ ἐπʼ αἰωνίᾳ κατοχῇ ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἑξῆς καὶ ἀεὶ ἅπαντα διηνεκῆ χρόνον τὸ ἀνῆκον καὶ διαφέρον τοῦ αὐτοῦ ἁγίου μοναστηρίου παρὰ Ταχυμίας τῆς μακαρίας θυγατρὸς Σανσνώτου τρίτον μέρος ἀπὸ τῆς οἰκίας αὐτῆς τῆς καὶ διακειμένης ἐν τῷ ὑψώματι τῆς πόλεως … τοῦ ἁγίου σεπτοῦ τόπου ἀββᾶ Κύρου ἀπὸ ἐδάφους ἄχρι ἀέρος μετὰ τῆς εἰσόδου καὶ ἐξόδου καὶ ἀνόδου καὶ καθόδου καὶ πάντων τῶν κοινωνιμιαίων τόπων κατὰ τὸ αὐτὸ τρίτον μέρος, καὶ ὁμολογῶ τοῦ λοιποῦ μηδὲ ἓν μέρος ἢ δίκαιον ὑπολείπεσθαι τοῦ αὐτοῦ ἁγίου μοναστηρίου διʼ ἐμοῦ Πιστώϊτος ἐλαχίστου διάκονος καὶ προεστῶτος τοῦ αὐτοῦ ἁγίου τόπου καὶ τῆς δωρεαστικῆς ς… παρὰ τῆς αὐτῆς μακαρίας Ταχυμίας εἰς τὸν αὐτὸν ἅγιον τόπον, καὶ τὰς αὐτῆς προσφορὰς ἀναδέδωκά σοι παρʼ ἐμοῦ εἰς μείζονα …. εἰσὶ δὲ γείτονες τῆς αὐτῆς οἰκίας νότου κοινὸς τοῖχος μεταξὺ αὐτῆς καὶ …, βορρᾶ ὡσαύτως κοινὸς τοῖχος, ἀπηλιώτου καὶ λιβὸς ῥῦμαι δημοσίαι ἀνέῳκται ἡ θύρα, ἢ οἳ δʼ ἂν ὦσι γείτονες πάντῃ πάντοθεν, καθὼς ἐγὼ ὁ ἀποδόμενος στόματι ὑπηγόρευσα, τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης μεταξὺ ἡμῶν ἀμφοτέρων ἐπὶ βεβαίῳ καὶ ἀμεταθέτῳ λόγῳ χρυσοῦ νομισματίου ἑνὸς τρίτου ζυγῷ Ἀπόλλωνος, γίνεται χρυσοῦ νομισμάτιον α γ μόνον, ἥνπερ τελείαν τιμὴν τοῦ τρίτου μέρους ἀπὸ τῆς οἰκίας Ταχυμίας τῆς μακαρίας αὐτόθι ἀπέσχηκα παρὰ σοῦ τοῦ ὠνουμένου ἀπὸ χειρὸς εἰς χεῖράς μου ἐξ οἴκου σου ἀριθμῷ καὶ σταθμῷ πλήρει πρὸς τῷ ὑμῖν τοὺς προγεγραμμένους Ζαχαρίαν καὶ … ἐντεῦθεν καὶ ἐπὶ τὸ διηνεκὲς αὐτοῦ τοῦ εἰρημένου τρίτου μέρους ἀπὸ τῆς οἰκίας τῆς μακαρίας Ταχυμίας ἀπὸ ἐδάφους ἄχρι ἀέρος καὶ πάντων τῶν κοινωνιμιαίων τόπον καὶ τῆς εἰσόδου καὶ ἐξόδου καὶ ἀνόδου καὶ καθόδου κατὰ τὸ αὐτὸ τρίτον μέρος κρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν κατὰ πᾶν δεσποτείας ἀναφαιρέτου δίκαιον καὶ οἰκεῖν καὶ διοικεῖν καὶ μετασχηματίζειν καὶ οἰκοδομεῖν καὶ ἀνοικοδομεῖν καὶ ἐκχωρεῖν καὶ παραχωρεῖν καὶ ἐκμισθοῦν καὶ ἐναλλάττειν καὶ πωλεῖν καὶ χαρίσασθαι καὶ τέκνοις μεταδιδόναι καὶ κληρονόμοις καταλιμπάνειν καὶ διαδόχοις καὶ διακατόχοις καὶ πάντα ἁπλῶς εἰπεῖν πράττειν ἐπʼ αὐτῷ, ὅσα νόμοι ἐπιτρέπουσι τοῖς αὐτοτελέσι δεσπόταις κυρίως καὶ ἀνεπικωλύτως. καὶ βεβαιώσω σοι ταύτην τὴν πρᾶσιν καὶ ἀποσοβήσω

---

Documentary Papyri, SB 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;1.
