# SB 1 5232

Documentary Papyri, SB 1, SB 1 5232. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-1/5232
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-1/5232

Σεππίωι Ῥούφωι παρὰ Σαταβοῦτος τοῦ Ἐριέως νεωτέρου τῶν ἀπὸ τῆς Σεκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου, ὄντος δὲ καὶ ἱερέως Σοκνοπαίου θεοῦ μεγίστου. τῶι μα ἔτει Καίσαρος, Ἁθὺρ κδ, ἐώνημαι οἰκίαν καὶ προνήσιον καὶ αἴθριον καὶ τόπους ψιλοὺς ἀπὸ νότου τῆς οἰκίας πατρικοὺς αὐτοῦ παρὰ Χαιρήμονος τοῦ Ἡρώδου προφήτου Σούχου θεοῦ μεγάλου Ἀρσινοείτου νομοῦ εὐδοκούσης τῆς τούτου γυναικὸς Τομσάιος, καὶ ἐθέμην διὰ Σωκράτους τοῦ Ἰσχυρίωνος καὶ τοῦ τούτου υἱοῦ Σαμβᾶτος συναλλαγματογράφων τὴν πρᾶσιν ἐπὶ κώμης Ψινάχεως παρόντων Πετεσούχου τοῦ Μαρσισούχου καὶ Σοχώτου τοῦ Πετεσούχου, καὶ καταβαλὼν ἐκ πλήρους τὴν πάντων τιμὴν Χαιρήμονι, καὶ τῆς τούτων κυριείας καὶ κρατήσεως περὶ ἐμὲ οὔσης μέχρι τοῦ ἐνεστῶτος α ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ, προδαπανήσαντος μου τὴν τούτων ἐπισκευὴν καὶ ἀνῳκοδομήσαντος ἐπὶ τοῖς προοῦσι θεμελίοις ἀρχαίοις οὐ μικρᾶ δαπάνηι, οὐκ οἶδα τίνι ποτὲ τῶν τρόπων Νεσθνῆφις Τεσείους ἱερεὺς ἀπὸ τῆς αὐτῆς Νήσου μηδενὶ λόγωι χρησάμενος παρηγησάμενος οὓς ἔχω κυριευτικοὺς χρηματισμοὺς κατὰ τῶν προκειμένων πάντων ἐπέδωκεν μὴ καθηκόντως ἀναφοράν σοι, ὡς ἀδεσπότων τινῶν τόπων ψιλῶν τῶν πρὸς τὴν οἰκίαν μου ὄντων περιτετειχισμένων ὑπʼ ἐμοῦ συντιμησάμενος ἀργυρίου δραχμῶν τ, μεταλαβὼν δὲ ἐπέδωκά σοι ἕτερον ἀναφόριον μὴ δυνάμενός σοι καταντᾶν, καὶ τὴν ἐπὶ σὲ καταφυγὴν πεποίημαι τῇ καθηκούσῃ προθεσμίᾳ. καὶ τοῦ Νεστνήφιος κατηντηκότος εἰς Ἀλεξάνδρειαν ἐπὶ τὸ σὸν βῆμα φὰς τὴν πρᾶσιν ἐπισκέψασθαι ἐν τῆι βιβλιοθήκηι, καὶ ταύτης μὴ εὑρημένης, ἀλλὰ ἀκαταχωρίστου οὔσης ὑπὸ Σωκράτους καὶ Σαμβᾶτος συναλλαγματογράφων, ἀξιῶ τὸν πάντων εὐεργέτην, ἐὰν φαίνηται, μισοπονηρότερον διαλαβεῖν περὶ τοῦ ἀκαταχωρίστου χρηματισμοῦ, ὡς τεύξομαι τοῦ δικαίου κατὰ τῶν μὴ κατακεχωρικότων συναλλαγματογράφων Σωκράτους καὶ Σαμβᾶτος διαλαβεῖν μισοπονήρως, ἵνʼ ὦ εὐεργετημένος. διευτύχει.

---

Documentary Papyri, SB 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;1.
