# SB 1 5240

Documentary Papyri, SB 1, SB 1 5240. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-1/5240
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-1/5240

ἀντίγραφον ἀπὸ ἀντιγράφου. Σαταβοῦν Ἐριγέως νεωτέρου τῶν ἀπὸ τῆς Σοκνοπαίου Νήσου ἀγοράσαντα τῶι μα ἔτει οἰκίαν ἀδέσποτον παρὰ τοῦ προφήτου προσανειληφέναι τῶι μγ ἔτει Καίσαρος ἑτέρους ψιλοὺς τόπους ἀδεσπότους. τὸν αὐτὸν εἰσέδωκεν Νεστνῆφις. σημανθέντος δὲ τοὺς πρεσβυτέρους τῶν ἱερέων κεχειρογραφηκέναι περὶ τοῦ οἰκονομίας αὐτοῖς ἀρχαίας μὴ ἐπενηνέχθαι, τοὺς τόπους πεφηνέναι αὐτοῖς μὴ εἶναι τοῦ προφήτου, συνεκρίθη τῶι β ἔτει ὑπὸ Σεππίου Ῥούφου. τοῦ ἐγκαλουμένου διατεταμένου ἀπόδειξιν ἐπί τε τῶν ἀρχαίων ἢ ὧν ἐὰν συστήσωσιν ὑπομένειν ἐκέλευον. τὸ δʼ αὐτὸ καὶ τῶν πρεσβυτέρων ὑπεχομένων ὑπερεθέμην εἰς διάκρισιν Λοκρητίου. δηλωθέντος δὲ τὸν προφήτην καὶ νῦν καθορίζεσθαι τοὺς πεπραμένους ὑπʼ αὐτοῦ τόπους ἐπικεκρατῆσθαι ὑπό τε τοῦ πατρὸς αὐτοῦ καὶ τῶν προγόνων, ἅπερ ἦν αὐτοῦ πατρικὰ ἔγγαια ὧν καὶ νῦν ἐπικρατεῖ πύργου καὶ προνησίου καὶ ψιλοῦ τόπου καὶ ἄλλων συγκυρόντων, τοῦ δὲ ἐνκαλοῦντος Νεστνήφιος ἀνθοριζομένου τὴν ὅλην περιοχὴν τῶν τόπων ἐκείνων, ἐν ᾗ εἶναι τὸν πύργον καὶ τὸ προνήσιον καὶ τοὺς πεπραμένους ὑπὸ τοῦ προφήτου τόπους λαάρχου τινὸς ἀρχαίου γεγονέναι καὶ ὑποπίπτειν τῶι ἰδίωι λόγωι, διὸ ἐν ἐπικρίσει τετάχθαι, διὰ τὸ τοὺς πρεσβυτέρους μὴ τὸ αὐτὸ συνορίζεσθαι, περὶ δὲ μόνων τῶν πεπραμένων ψιλῶν τόπων κεχειρογραφηκέναι ἀδεσπότους αὐτοὺς πεφηνέναι, συνεκρίθη· ἀπαιτείσθω ὑπὲρ ἐπιβεβαιώσεως ψιλῶν τόπων Σαταβοῦς Ἐριέως δραχμὰς φ. ἀντίγραφον συμβόλου. ἔτους δ Τιβερίου Καίσαρος Σεβαστοῦ, Φαῶφι κϛ. διαγέγραφε Σαταβοῦς Ἐριγέως νεωτέρου τῶν ἀπὸ τῆς Σοκνοπαίου Νήσου ἰδίου λόγου γ ἔτους δραχμὰς πεντακοσίας, γίνονται δραχμαὶ φ.

---

Documentary Papyri, SB 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;1.
