# SB 1 5676

Documentary Papyri, SB 1, SB 1 5676. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-1/5676
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-1/5676

… ἐπεστάλη βιβλιοφύλαξι ἐνκτήσεων, ὅπως … … οὖν ἐπιστέλλεται ὑμῖν, ἵνʼ εἰδῆτε καὶ ἀκολούθως τοῖς ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος κριθεῖσι ποιῆτε. ἔτους …, Ἐπεὶφ ια. Αὐρηλίωι Παυλείνωι στρατηγῷ Ἑρμοπολείτου παρὰ … Ἥρωνος Ἀντωνᾶ Ἀρχιστρατίου τοῦ καὶ Ἀλθαιέως καὶ ὡς χρηματίζω παρασυνεστῶτός μοι καὶ γράφοντος ὑπὲρ ἐμοῦ Ἀγήνορος … … Δα…ίας τῆς καὶ Μίκκης Τηλυγέτου τοῦ καὶ Χρυσιγόνου γυμνασιαρχοῦντος διὰ τοῦ υἱοῦ …εως γυμνασιαρχήσαντος Ἑρμοῦ πόλεως τῆς μεγάλης … … ὑπὸ τῆς προκειμένης Δα…ίας ὑπαλλάξαι αὐτῷ κατα…ς πρὸς τὰς ὀφειλομένας δια… … τῆς οὐ δεόντως γεγενημένης ὑποθήκης τῶν ἡμετέρων ὑπαρχόντων, καὶ ὁ λαμπρότατος ἡγεμὼν … …ρα ὑπάρχοντα ἀκυρώσας μὲν τὴν οὐ δεόντως γενομένην ὑποθήκην τῶν ὑπαρχόντων μου, τηρήσας δὲ … … διʼ ἑνὸς τῶν περὶ σὲ ὑπηρετῶν, ὅπως τὴν δέουσαν παρʼ αὐτοῖς παράθεσιν ποιῶνται, εἰς τὸ τὴν μὲν γενομένην οὐ δεόντως … … τὰ ὑπάρχοντά μου, πρὸς τὸ δύνασθαί με ἄνευ ἀμφιλογίας ἀντιποιεῖσθαι τῶν ἐμῶν. ἔστιν δὲ τοῦ ὑπομνήματος τὸ ἀντίγραφον … … ῥήτωρ εἶπεν· κέλευσον κληθῆναι Σερῆνον Ἰσιδώρου καὶ Ἑρμεῖνον κοσμητεύσαντα. κληθέντος καὶ ὑπακούσαντος … … τὰς ὑποθήκας, ὑπεθέμην κατὰ μηδέν μοι προσήκοντα ὑπάρχοντα, ἠναγκάσθη τῷ ἀντιδίκῳ ὑποθέσθαι … …ειν. Ὁνωρατιανὸς ἔπαρχος Αἰγύπτου εἶπεν· πρὸ τίνος χρόνου ὑπέθου; Ἑρμεῖνος ῥήτωρ εἶπεν· … … πολλὰ δύναται, ῥήτωρ ἐστὶν τοῦ ἐπιστρατήγου, λέγειν δʼ ἐγὼ οὐ δύναμαι πρὸς αὐτὸν ἐκεῖ, παρὰ σοὶ δὲ μόνον … … τὸ συμβόλαιον; ἀπεκρίνατο· ι ἔτους ἡ ὑποθήκη ἐγένετο. Ἀρσίνοος ῥήτωρ εἶπεν· τὸ χειρόγραφον ζ ἔτους ἐξ ἀλληλεγγύης … … Σερήνῳ Ἰσιδώρου εἶπεν· σὺ εἶ; ἀπεκρίνατο· ναί. Ὁνωρατιανὸς ἔπαρχος Αἰγύπτου Σερήνῳ Ἰσιδώρου εἶπεν· βραδέως … … Κλαύδιος Διονύσιος ῥήτωρ εἶπεν· τ…ει… Ἀρσίνοος ῥήτωρ εἶπεν· ἐὰν ἀκούσῃς … Διονυσίου … …ον κυρώσαντος. μόνον ἕως τούτου τοῦ ὑπομνήματος τὸ ἀντίγραφον. διευτύχει.

---

Documentary Papyri, SB 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;1.
