# SB 1 5761

Documentary Papyri, SB 1, SB 1 5761. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-1/5761
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-1/5761

ἀντίγραφον ὑπομνηματισμοῦ. Πτολέμα πρὸς Ἀπίαν. τῆς Πτολέμας λεγούσης πατέρα … τετελευτηκέναι ἐπʼ ἀφήλικι ἑαυτῆι καταλιπόντα οἰκίας καὶ ἀρούρας, τοὺς δὲ ἐπιτρόπους εἰς τοῦτο παρεισελθόντας …λυτον … ὀνόματι τῆς ἐπιτροπῆς ἃ μὲν διηρπακέναι προφάσει περιλύσεως δανείων τῶν τοῦ ἀποθανόντος πατρὸς αὐτῆς, ἃ δὲ καὶ πεπρακέναι Ἀπίαι τῆι ἀντιδίκωι ὑποβλήτωι οὔσηι αὐτοῦ, καὶ ἐκ τούτου φανερὰν μὲν εἶναι τὴν τοιαύτην περιγραφήν, εἶναι γὰρ τὴν ἀντίδικον γυναῖκα τοῦ μισθωτοῦ ὧν ἠγόρασε, ἑαυτὴν δὲ καὶ μέχρι τούτου εὐλυπ…εν τὰ … καὶ ἀξιούσης τὰ ἴδιʼ ἔχειν, ἐπὶ περιγραφῆι γὰρ ἑαυτῆς καὶ τὴν πρᾶσιν γεγονέναι καὶ μηδὲ ἓν δάνειον περιλελύσθαι, ἔτι δὲ καὶ νῦν … πατέρα αὐτῆς ἄταφον εἶναι προσκειμένου ἐν τῆι πράσει, ὅτι ὑφῄρηται ἐκ τῆς τιμῆς καὶ εἰς τὴν τοῦ ἀποθανόντος κηδείαν καὶ εἰς ἀπόδωσιν προοικὸς ἣν καὶ αὐτὴν μέχρι νῦν ἀναπόδοτον εἶναι, καὶ …μ…λλ…σμαι τὰ κατὰ τὴν ἀντίδικον τὴν παροῦσαν …νηκέναι δίκην ησα…, τῶι γὰρ γ ἔτει θεοῦ Τίτου καθαρὸν …αν…ου, ἀλλὰ παρ…ωπων θείων ὄντων τῆς ἀντιδίκου, μὴ εἶναι δὲ αὐτὴν …ον, εἰ ἐκεῖνοι οἱ λαβόντες … τὴν τιμὴν καὶ τὰ δηλωθέντα διὰ τῆς πράσεως οὐκ ἀπέδωκαν …δικάζειν μέντοι ἀποδεδόσθαι καὶ ἀξιούσης βεβαιοῦν αὐτῇ …φυλαχθῆναι τὴν πρᾶσιν δικασθέντων ὧν ἑκάτερον μέρος …ος ει…διμωμα… Κλαύδιος Σαραπίων· ὕποπτός ἐστι κατὰ πάντα ἡ πρᾶσις τῶι γεγενῆσθαι ὑπὸ ἐπιτρόπου ω…σαυτους εἰς τοῦτο. ἔστι σαπρὸν γὰρ ὄνομα τῆς τοῦ μισθωτοῦ γυναικὸς τῆς παραχωρήσεως γενομένης, διʼ ἧς πᾶσαν τὴν πρᾶσιν γίνεσθαι, εἰς ἀπόδοσιν προδοματικῆς μισθώσεως τούτων τῶν πωλουμένων καὶ εἰς προοικὸς καὶ δανείων ἀπόδοσιν καὶ δαπάνην ταφῆς. μὴ δεικνυμένων δὲ τούτων γεγενῆσθαι ειδ…η ἐπικρατοῦσα νῦν … ἄκυρον οὖσαν ἐφʼ ὅσον ου… ἔδειξε τῶι στρατηγῶι δι…ης δηλούμενα ἀποδεδόσθαι, ἐὰν γὰρ ἡ ὀρφανὸς τῶν ἰδίων ἀντιλαμβάνηται, μένῃ τῆι Ἀπίᾳ …ς πρὸς τοὺς πεποιημένους ἡ πρᾶσις. ἔτους …άτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Με… ιϛ. Μάρκωι Μεττίωι Ῥούφωι ἐπάρχωι Αἰγύπτου Τιβέριος Κλαύδιος Σαραπίων. ἐξ ὧν ἔπεμψας ἐντολῶν ἐν διαλογισμῶι τοῦ Ἀρσινοείτου ἤκουσα Πτολέμας πρὸς Ἀπίαν.

---

Documentary Papyri, SB 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;1.
