# SB 1 6000.v.4-38

Documentary Papyri, SB 1, 6000.v.4 to 6000.v.38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-1/6000.v.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-1/6000.v.4

ὁμογνήσιον ἀδελφὸν τόνδε καὶ παρακαλῶ ταύτην ἀναγνωσθῆναι καὶ μέρος τῶν ὑπομνημάτων γενομένην δήλην γενέσθαι καὶ τῷ ἐμῷ ἀδελφῷ τῷδε διὰ τῆς σῆς λογιότητος. ὁ ἔκδικος· ὁ τῆς ἐκδικίας βοηθὸς ὁ δεῖνα ὑποδεξάμενος τὴν παρὰ τῆσδε προγινομένην διαμαρτυρίαν ἀναγιγνωσκέτω. διαμαρτυρία τῷδε καὶ ὡς χρηματίζει τῷ ἐμῷ ὁμογνησίῳ ἀδελφῷ ἡ δεῖνα ἀδείας ἀδείας μοι οὔσης ἀποφράττειν τὰς εἰσόδους τῶν δύο κελλίων τῶν ἀγορασθέντων παρὰ σοῦ καὶ διακειμένων ἐπʼ ἀμφόδου τοῦδε πλησιαζόντων τῇ πατρικῇ ὑμῶν οἰκίᾳ, τὰς βαλλούσας εἰς τὰ αὐτὰ πατρῷα ἡμῶν οἰκήματα ἢ καὶ χωρήματα, πρὸς τῷ σὲ καὶ τοὺς τὸ σὸν πρόσωπον πληροῦντας διὰ τῆς οἰκίας τῶν κληρονόμων τοῦ μακαρίου Ῥωμανοῦ ταύτας ποιεῖσθαι κατὰ τὰ μεταξὺ ἡμῶν συμπεφωνημένα ἀκολούθως διαλυτικῇ ὁμολογίᾳ. ἡ ἡμῶν μήτηρ ἐδυσώπησέν με, ὥστε ταύτας τὰς εἰσόδους ἐφʼ ὅσον ζῇ χρόνον ἐᾶσαι ἐπὶ σχήματος, μετὰ δὲ τὴν αὐτῆς τελευτὴν ἀποφράξαι αὐτὰς τὰς εἰσόδους, καὶ περὶ τούτου παρακλητικὴν ὁμολογίαν ἐξέθετο εἰς ἐμέ. ἀκολούθως τῇ ταύτης δυνάμει καὶ ἀρκεῖ μέν μοι, ὅσον πρὸς τὸ μὴ παθεῖν πρόκριμα, ἥ τε τοῦ νόμου ἀκρίβεια καὶ ἑκατέρα ὁμολογία ἥ τε μεταξὺ ἐμοῦ καὶ σοῦ γενομένη ἥ τε παρὰ τῆς μητρος εἰς ἐμὲ προσελθοῦσα, ἀναγκαῖον δὲ ὅμως ἐνόμισα τὸ καὶ περιττόν τι διαπράξασθαι καὶ χρήσασθαι πρὸς σὲ καὶ τῇ παρούσῃ διαμαρτυρίᾳ, διʼ ἧς φανερόν σοι ποιῶ, ὡς ἐπʼ ἐμοὶ μὲν καθέστηκεν τό, ἐξ οὗ ἡ διαλυτικὴ ὁμολογία μεταξὺ ἐμοῦ τε καὶ σοῦ παρηκολούθησεν, κατὰ τὴν δύναμιν ταύτης ἀποφράξαι τὰς εἰρημένας εἰσόδους, θεραπεύουσα δὲ ὅμως πανταχοῦ τὴν κοινὴν ἡμῶν μητέρα, τέως ἀνακόπτομαι τοῦτο ποιεῖν ἐφʼ ὅσον περίεστιν ἡ αὐτὴ ἡμῶν μήτηρ χρόνον, τελευτώσης δὲ αὐτῆς παντὶ τρόπῳ ἀνάγκη ἀποφραγῆναι κοινοῖς ἀμφοτέρων ἡμῶν ἀναλώμασιν κατὰ τὴν δύναμιν τῆς αὐτῆς διαλυτικῆς ὁμολογίας τὰς εἰρημένας εἰσόδους τὰς βαλλούσας εἰς τὰ πατρῷα ἡμῶν οἰκήματα ἢ καὶ χωρήματα τῶν αὐτῶν καὶ ἀγορασθέντων παρὰ σοῦ κελλίων δύο , μὴ δυναμένου μήτε σοῦ μήτε ἑτέρου τινὸς κωλύειν, ὡς τ…δα… κριτον ἔχω ἐν τῷ προσκαίρῳ τῷ ἄρτι γενομένῳ, τοῦτʼ ἔστιν ἐν τῇ παραχωρήσει τῆς εἰσόδου τῶν δύο κελλίων, ἐφʼ ὅσον ζῇ χρόνον ἡ ἡμῶν μήτηρ, γενομένῳ μ… πάντως αυτη μηδ… εἰς πρόσωπον …

---

Documentary Papyri, SB 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;1.
