# SB 10 10246

Documentary Papyri, SB 10, SB 10 10246. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-10/10246
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-10/10246

Τρύφων Διονυσίου Πέρσης τῆς ἐπιγονῆς Θοώνει Θοώνιος χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπείου διὰ τῆς Ἀμμωνίου καὶ Ἐπιμάχου τραπέζης ἀργυρίου Σεβαστοῦ καὶ Πτολεμαικοῦ νομίσματος δραχμὰς ἑκατὸν τέσσαρας, γίνονται νομίσματος Πτολεμαικοῦ ἀργυρίου δραχμαὶ ρδ κεφαλαίου αἷς οὐδὲν τῶι καθόλου προσῆκται ἃς καὶ ἀποδώσω σοι τῇ τριακάδι τοῦ Τῦβι τοῦ ἐνεστῶτος δευτέρου ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος χωρὶς πάσης ὑπερθέσεως. ἐὰν δὲ μὴ ἀποδῶ καθὰ γέγραπται, ἐκτείσω σοι τὸ μὲν πᾶν προκείμενον κεφάλαιον μεθʼ ἡμιολίας καὶ τόκους τοῦ ὑπερπεσόντος χρόνου τὸν καθήκοντα, τῆς πράξεώς σοι οὔσης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κυρία ἡ χεὶρ πανταχῇ ἐπιφερομένη καὶ παντὶ τῶι ἐπιφέροντι. ἔτους δευτέρου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς Νέου Σεβαστοῦ δ. Τρύφων Διονυσίου ἔχω τὰς τοῦ ἀργυρίου δραχμὰς ἑκατὸν τέσσαρας κεφαλαίου καὶ ἀποδώσω καθότι πρόκειται. Ζωίλος Ζωίλου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. ἔτους β Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Νέου Σεβαστοῦ δ. ἔτους δευτέρου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Νέου Σεβαστοῦ δ. Ἀμμώνιος καὶ Ἐπίμαχος τραπεζεῖται σεσημειώμεθα. Θοῶνις Θοώνιος ἀπέχω τὸ προκείμενον κεφαλαῖον καὶ οὐδὲν ἐγκαλῶ. Στρατόνικος Ἀπίωνος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. ἔτους β Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Μεχεὶρ α. ἔτους δευτέρου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Μεχεὶρ α. διὰ τῆς Ἀμμωνίου καὶ Ἐπιμάχου τραπέζης γέγονεν ἡ διαγραφή·

---

Documentary Papyri, SB 10. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;10.
