# SB 10 10263

Documentary Papyri, SB 10, SB 10 10263. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-10/10263
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-10/10263

ἐμίσθωσαν Σαραπίων ὁ καὶ Ἀχιλλεὺς Ζωίλου καὶ Σαρούβων Σερήνου τοῦ καὶ Πετρωνιανοῦ ἀμφότεροι ἀπʼ Ὀξυρύγχων πόλεως Ἕλληνι Φειβάστοῦ μητρὸς Θαήσιως ἀπὸ κώμης Παείμεως εἰς ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος ιγ ἔτους τὰς ὑπαρχούσας αὐτοῖς περὶ Παεῖμιν ἀρούρας δύας τέταρτον ὥστε τὸν μεμισθωμένον σπεῖραι κατʼ ἔτος οἷς ἐὰν αἱρῆται χωρὶς ἰσάτεως καὶ ὀχομενίου, ἐκφορίου ἀποτάκτου κατʼ ἔτος πυροῦ ἀρταβῶν δέκα τεσσάρων ἀκίνδυνα πάντα παντὸς κινδύνου, τῶν τῆς γῆς κατʼ ἔτος δημοσίων ὄντων πρὸς τοὺς μεμισθωκότας οὓς καὶ κυριεύειν τῶν καρπῶν ἕως τὰ κατʼ ἔτος ὀφειλόμενα κομίσωνται. ἐὰν δέ τις τῷ εἰσιόντι ἔτει ἄβροχος γένηται παραδεχθήσεται τῷ μεμισθωμένῳ ὅς, βεβαιουμένης τῆς μισθώσεως, ἀποδότω τοῖς μεμισθωκόσι τὸ ἐκφόριον κατʼ ἔτος μηνὶ Παῦνι ἐφʼ ἅλῳ Παείμεως πυρὸν νέον καθαρὸν ἄδολον ἄβωλον ἄκριθον κεκοσκινευμένον ὡς εἰς δημόσιον μετρούμενον, μέτρῳ τετραχοινίκῳ τοῦ Θησαυροῦ ἢ τῷ παραλημπτικῷ τῶν μεμισθωκότων μετρούμενον πάντα δὲ ἀνυπέρθετα. ὁ δʼ ἂν προσοφειλέσῃ ὁ μεμισθωμένος ἀποτεισάτω μεθʼ ἡμιολίας γεινομένης τῆς πράξεως ἐκ τοῦ αὐτοῦ καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων. κυρία ἡ μίσθωσις. ἔτους ιγ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ Φαῶφι κη. Ἕλλην Φειβάστου μεμίσθωμαι τὴν γῆν εἰς τὰ ἔτη δύο ἐπὶ τοῖς προκειμένοις … ἀποδώσω πάντα ὡς πρόκειται …

---

Documentary Papyri, SB 10. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;10.
