# SB 10 10278

Documentary Papyri, SB 10, SB 10 10278. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-10/10278
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-10/10278

Ὡρίων Ἀπολλωνίωι τῷ κυρίωι χαίρειν. πρὸ πάντων σε εὔχομαι ὑγιαίνειν μετὰ Ἀλίνης τῆς κυρίας καὶ Ἡρακλᾶ Ἀπόλλωνος οὗ τὰ τέκνα ἐπʼ ἀγαθῷ βαστάξεις, ὧν οὐ διαλείπω τὸ προσκύνημα ποιῶν παρὰ τῷ κυρίῳ Ἑρμῇ. οὐκ ἀγνοεῖς, κύριε, πῶς ἐμισθωσάμην τὰ συμπόσια καὶ τὰς κέλλας πρὸς ἐνιαυτὸν ἕνα · ὁ οὖν ἐνιαυτος πεπλήρωται ἑως ι… Φαρμοῦθι. νὴ τὴν σὴν ὑγίειαν καὶ τὸν Ἑρμῆν τὸν κύριον, διακοσίας δραχμὰς ἐζημιώθην εἰς αὐτὰ διὰ τὸ μὴ ἐνεργεῖν αὐτά. καὶ Ἡράκλειος δὲ οἶδε καὶ θεωρεῖ πῶς ἐστιν ἀργὰ διὰ τὸ μηδένα προσέρχεσθαι μήτε πρὸς ἐνοίκησιν μήτε τ…ο… δειπνῆσαι α…α ἀλλʼ οὐ προσευκαιρῶ αὐτοῖς. παρακαλῶ οὖν σε γράψαι Ἡρακλείῳ ὅπως παραλάβῃ παρʼ ἐμοῦ καὶ ἄλλῳ αὐτὰ μισθώσῃ, ἐπεὶ οὐκ ἔδοξεν αὐτῷ χωρὶς τῆς σῆς γνώμης μηδὲν ποιεῖν· μόγις γὰρ καὶ ἐγὼ τὰ ἔργα τοῦ βαλανείου ἰσχύω ποιεῖν. μὴ οὖν, κύριε, ἄλλως ποιήσῃς· ἐκεῖνοι γὰρ οἱ τόποι ἕνα δαπανῶσιν προσευκαιροῦντα αὐτοῖς ὅλην ὥραν· χρείαν γὰρ ἔχουσι καθαρεοσύνης. ἀσπάζεταί σε Ἡραιδοῦς. ἐρρῶσθαί σε εὔχομαι, κύριε, καὶ ἰδὲ ὡς πρόκειται. Παῦνι ιε. Ἀπολλωνίωι στρατηγῶι

---

Documentary Papyri, SB 10. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;10.
