# SB 12 10787

Documentary Papyri, SB 12, SB 12 10787. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-12/10787
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-12/10787

ἔτους ἑπτακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Παῦνι κη ἐν Τεβτύνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ ὁμολογοῦσιν Ταοννῶφρις Κρονίωνος πρεσβυτέρου τοῦ Ἀμάειτος ἀπὸ Τεβτύνεως ὡς ἐτῶν τεσσεράκοντα ὀκτὼ οὐλὴ χειρὶ ἀριστερᾷ καὶ ὁ ταύτης υἱὸς Σαραπίων Ἡρακλήου τοῦ Ἡρακλήου ὡς ἐτῶν εἴκοσι δύο οὐλὴ πήχει δεξιῶι οἱ δύο Πέρσαι τῆς ἐπιγονῆς, ἡ Ταοννῶφρις μετὰ κυρίου καὶ ἐγγύου εἰς ἔκτισιν τοῦ υἱοῦ Σαραπίωνος Ἡρώδηι τῷ καὶ Διογένει Διδύμου νεωτέρου τῶν γεγυμνασιαρχηκότων ὡς ἐτῶν τεσσεράκοντα ὀκτὼ ἀσήμωι ἔχειν παρʼ αὐτοῦ Διογένους παραχρῆμα διὰ τῆς ἐν τῇ μητροπόλει Ἀπολλωνίου καὶ Σαβείνου τραπέζης Ταμείων χρῆσιν ἀργυρίου κεφαλαίου δραχμὰς χιλίας διακοσίας εἰς ἐνιαυτὸν ἕνα ἀπὸ τῆς ἐνεστώσης ἡμέρας τόκου δραχμιαίου τῇ μνᾷ κατὰ μῆνα ἕκαστον καὶ ἐπάναγκον τοὺς ὁμολογοῦντας τὴν Ταοννῶφριν καὶ τὸν υἱὸν Σαραπίωνα ἀποδώσειν τῶι Ἡρώδηι τῷ καὶ Διογένει ἐξ ἀλληλεγγύης τάς τε τοῦ κεφαλαίου δραχμὰς χιλίας διακοσίας καὶ τὰς συναγομένας τοῦ ἐνιαυτοῦ δραχμιαίου τόκου δραχμὰς ἑκατὸν τεσσεράκοντα τέσσαρας τὰς ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμὰς χιλίας τριακοσίας τεσσεράκοντα τέσσαρας τῇ ἑβδόμῃ καὶ εἰκάδι τοῦ Παῦνι μηνὸς τοῦ εἰσιόντος ὀκτωκαιδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας μὴ ἐλαττουμένου τοῦ Ἡρώδου τοῦ καὶ Διογένους ὑπὲρ ὧν ὀφείλουσιν αὐτῷ οἱ ὁμολογοῦντες καθʼ ἑτέραν ὁμολογίαν ἐπὶ τῆς ἐνεστώσης ἡμέρας ἀργυρίου κεφαλαίου δραχμῶν χιλίων τριακοσίων καὶ τῶν τόκων καὶ ἧς ἔχει τῆς Ταοννώφρεως … τῶν ὑπαρχουσῶν αὐτῇ κλήρου ἀρουρῶν ἐννέα τετάρτου περὶ Τεβτῦνιν καὶ ἐν τῇ κώμῃ ψιλῶν τόπων βίκων ἐννέα πηχῶν ἑκατὸν ἑξήκοντα τεσσάρων ἡμίσους καὶ μὴ … ἐὰν μὴ καὶ ταύτας ἀποδῶι, γεινομένης τῶι Ἡρώδηι τῷ καὶ Διογένει τῆς πράξεως ἐκ τε τῆς Ταοννώφρεως καὶ τοῦ υἱοῦ Σαραπίωνος καὶ ἐξ ἑνὸς καὶ ἐκ τῆς μιᾶς καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν προκειμένων ἐν ὑπαλλάγματι ὑπαρχόντων …

---

Documentary Papyri, SB 12. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;12.
