# SB 12 10881.1-11

Documentary Papyri, SB 12, 10881.1 to 10881.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-12/10881.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-12/10881.1

ὑπατίας τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὸ δ. κατεχωρίσθη ιη ἔτους καὶ ιζ ἔτους καὶ ι ἔτους … ἔτους ιη Αὐτοκράτορος Καίσαρος Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Γερμανικῶν Μεγίστων Σαρματικῶν Μεγίστων Περσικῶν Μεγίστων Βρεταννικῶν Μεγίστων Καρπικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν καὶ ἔτους ι τῶν κυρίων ἡμῶν Φλαουίου Οὐαλερίου Κωνσταντίου καὶ Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ Περσικῶν Μεγίστων Βρεταννικῶν Μεγίστων Καρπικῶν Μεγίστων τῶν ἐπιφανεστάτων Καισάρων μηνὸς … ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Αὐρήλιος Ἀτίσιος Ἁτρῆ μητρὸς Θαλλοῦτος ἀπὸ κώμης Καρανίδος ὡς ἐτῶν ξ οὐλὴ κάτωθεν γόνατος … Αὐρηλίῳ Ἥρωνι Ἄπωνος μητρὸς … ἀπὸ τῆς αὐτῆς κώμης ὡς ἐτῶν … οὐλὴ… δεξιᾷ παρακεχωρηκέναι τὸν Ἀτίσιον τῷ Ἥρωνι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὰς ὑπαρχούσας αὐτῷ καὶ ἀπογραφείσας ὑπὸ αὐτοῦ διὰ τῆς γενομένης παρὰ Σαβίνῳ κηνσίτορι ἀπογραφῆς τῷ … ἔτει καὶ … ἔτει καὶ … ἔτει μηνὶ Θὼθ κβ περὶ ὁριοδεικτίαν τῆς προκιμένης κώμης Καρανίδος τετάρτης πέμπτης τοπαρχίας Ἡρακλείδου μερίδος ἐπὶ μὲν τῆς α σφραγῖδος ἐν τόπῳ Ταλινάρτυ λεγομένῳ ἰδιωτικῆς γῆς σπορίμης ἀρούρας τρεῖς ὄγδοον τετρακαιεξηκοστὸν καὶ ἀβρόχου ἀρούρης τέταρτον ἑκκαιδέκατον , ἐπὶ δὲ τῆς ε σφραγῖδος ἐν τόπῳ Τκαινπάω λεγομένῳ ἰδιωτικῆς γῆς σπορᾶς ιδ ἔτους καὶ ιγ ἔτους καὶ ϛ ἔτους ἀρούρας δύο , ἔτι τε καὶ ἐκκεχωρηκέναι τὸν Ἀτίσιον τῷ Ἥρωνι τὴν ἀπὸ τοῦ εὐτυχῶς εἰσιόντος ιθ ἔτους καὶ ιη ἔτους καὶ ια ἔτους διὰ παντὸς γεωργίαν ὧν ἀπεγράψατος ὁ ὁμολογῶν Ἀτίσιος διὰ τῆς αὐτῆς ἀπογραφῆς ἐπὶ τῆς προκειμένης α σφραγῖδος ἐν τῷ τόπῳ Ταλινάρτυ λεγομένῳ βασιλικῆς γῆς σπορίμης ἀρουρῶν ἓξ ἡμίσους τετάρτου ὀγδόου καὶ ἄλλων βασιλικῆς γῆς σπορᾶς ιγ ἔτους καὶ ιβ ἔτους καὶ ε ἔτους ἀρούρης τετάρτου ὀγδόου ἑκκαιδεκάτου καὶ ἀβρόχου ἀρούρης ἡμίσους ἑκκαιδεκάτου ἐπὶ παντὸς τοῦ ἀρουρηδοῦ ἢ ὅσων ἐὰν ὦσι ἐπὶ τὸ πλεῖον ἢ ἔλαττον, ἐπὶ τοῖς οὖσι αὐτῶν ὁρίοις καὶ ποτίστραις καὶ ἐκχύσεσι καὶ εἰσόδοις καὶ ταῖς ἄλλαις χρήσεσι καὶ δικαίοις πᾶσι κατὰ τὴν ἐξ ἀρχῆς καὶ μέχρι τοῦ νῦν συνήθειαν, ὧν γείτονες καθὼς ἡ προκειμένη ἀπογραφὴ περιέχει, τῆς μὲν ἐπὶ τῆς α σφραγῖδος ἰδιωτικῆς τε καὶ βασιλικῆς γῆς πάσης οὔσης ἐν ἑνὶ πήγματι ἀπὸ μὲν ἀνατολῶν Πτολλᾶ κτῆσις ἀπὸ δὲ δυσμῶν διῶρυξ μεθʼ ἣν χέρσος ἀδέσποτος διόλου, τῶν δὲ ἐπὶ τῆς ε σφραγῖδος ἀρουρῶν ἀπὸ μὲν ἀνατολῶν Ταυημέρας κτῆσις ἀπὸ δὲ δυσμῶν

---

Documentary Papyri, SB 12. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;12.
