# SB 12 10942

Documentary Papyri, SB 12, SB 12 10942. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-12/10942
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-12/10942

… …εν…ηνδ… ξυλαμήσει ἀράκῳ ἐκφορίου τῆς κριθῇ καὶ ἀράκῳ ἀνὰ πυροῦ ἀρτάβας δύο , πάσας δὲ ἐκ γεωμετρίας ἐξ ὀρθογωνίου· τὴν δὲ διώρυγα ξυλαμήσει χόρτῳ ἐφʼ ἡμισείᾳ ὥστʼ ἔχειν ἑκάτερον ἐξ ἴσου τὸ ἥμισυ · ὁ δὲ Δημήτριος ἕξει τὸ αὐτοῦ ἥμισυ κεκομμένον ὑπὸ τοῦ Θοώνιος τοῖς ἑαυτοῦ ἀνηλώμασιν· τὰς δὲ πρότερον Νεοπτολέμου ἀρούρας ἓξ χερσοκοπήσει ὁ μεμισθωμένος ἐφʼ ᾧ ὁ Δημήτριος παρέξεται αὐτῷ μετὰ τὴν κατασπορὰν ταυρικὸν ζεῦγος μέχρι τοῦ χερσοκοπηθῆναι ταύτας χωρὶς μισθοῦ. ἀκίνδυνα τὰ ἐκφόρια παντὸς κινδύνου. ὁμολογεῖ δὲ ὁ Δημήτριος ἔχειν παρὰ τοῦ Θοώνιος τιμὴν πυροῦ ἀρταβῶν ὀκτὼ εἰς λόγον κυπηροτομίας, ἃς παραδέξεται αὐτῷ ἀπὸ τῶν ἐκφορίων. δώσει δὲ ὁ Θοώνιος τῶι Δημητρίωι ὁπόταν αἱρῆται ὁ Δημήτριος ἐν τῷ Παχὼν ἑστιατορίαν εἰς Παγκῦλιν τὴν μικράν. ἐὰν δὲ πραχθῆι ὁ μεμισθωμένος εἰς τὸ δημόσιον ἢ εἰς ἄλλο τι καθʼ ὁντινοῦν τρόπον ὑπὲρ τοῦ Δημητρίου ἢ τῆς γῆς ὑπολογείτω ἀπὸ τῶν ἐκφορίων. τῶν δὲ καρπῶν πάντων κυριευέτω ὁ Δημήτριος καὶ οἱ παρʼ αὐτοῦ ἕως τὰ αὐτοῦ κομίσηται καὶ βεβαιούτω αὐτῷ τὴν μίσθωσιν πάσῃ βεβαιώσει· βεβαιουμένης δʼ αὐτῆς ἀποδότω τῶι Δημητρίῳ τὰ ἐκφόρια ἐν τῷ Παῦνι εἰς τὸ εἰσιὸν ἔτος ἐπὶ τῶν περὶ τὸ Δείλου ἐποίκιον ἅλων πυρὸν νέον καθαρὸν ἄδολον ἄκριθον μέτρῳ τετραχοινίκῳ τῷ τοῦ Θοώνιος ἢ ἀποτεισάτω τιμὴν ἑκάστης ἀρτάβης ἧς ἐὰν μὴ ἀποδῷ χαλκοῦ δραχμὰς τετρακισχιλίας · ἧς δʼ ἐὰν καταλίπῃ εἰς ἄσπορον τὸ ἐκφόριον διπλοῦν· τοῦ δʼ ἐνκαταλιπεῖν τὴν γεωργίαν χωρὶς τῶν προκειμένων ἐπίτιμον ἀργυρίου δραχμὰς διακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας. ἡ δὲ πρᾶξις ἔστω τῷ Δημητρίῳ ἐκ τε τοῦ μεμισθωμένου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῦ πάντων καθάπερ ἐκ δίκης. τὰς δὲ τῆς κριθῆς ἀρούρας μισθώσεται ὁ Θοώνιος εἰς τὸ εἰσιὸν ἔτος καὶ τελέσει τούτων ἐκφόριον ἑκάστης ἀρούρης πυροῦ ἀρτάβας πέντε . κυρία ἡ μίσθωσις. ἔτους κζ Καίσαρος, Ἁθὺρ γ. Δημήτριος Θέωνος μεμίσθωκα καὶ ἔχω τὴν τιμὴν τῶν τοῦ πυροῦ ἀρταβῶν ὀκτώ , ἃς καὶ παραδέξομαι ἐκ τῶν ἐκφορίων καθὼς πρόκειται. ἔτους κζ Καίσαρος, Ἁθὺρ γ

---

Documentary Papyri, SB 12. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;12.
