# SB 14 11533.1.1-11533.2.10

Documentary Papyri, SB 14, 11533.1.1 to 11533.2.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-14/11533.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-14/11533.1.1

ἀντίγραφον ἀλληλομολογίας ἐκχωρήσεως ἐκ βιβλιοθήκης ἐξ ἀναγραφῆς γραφείου κώμης Τεπτύνεως καὶ ἄλλων κωμῶν τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Καισαρείου ιϛ. ὁμολογεῖ Ἀμμωνοῦς Ἀπολλωνίου τοῦ Σωκράτους ὡς ἐτῶν … οὐλὴ μετὰ κυρίου … ὡς ἐτῶν… οὐλὴ δακτύλῳ δευτέρῳ χειρὸς δεξιᾶς τοῦ … Κολλαύθει Φολήμεως τοῦ Νεφερῶτος ὡς ἐτῶν μα οὐλὴ … μετὰ κυρίου … ὡς ἐτῶν λβ οὐλὴ γόνατι δεξιῷ ἐκκεχωρηκέναι αὐτῇ Κολλαύθει … ἅσπερ ἀρούρας ἡ αὐτὴ Ἀμμωνοῦς ἐκκεχώρηται παρὰ … γῆς ἐπικαταβληθείσης ἀπὸ … ἔτει περὶ τὴν αὐτὴν κώμην … καθὼς δεδήλωται, ὧν γείτονες νότου Ἡρακλίου τοῦ Ἡρωδίου κλῆρος καὶ ποτίστρα, διʼ ἧς ποτίζεται ἡ ἐκκεχωρημένη γῆ, βορρᾶ Γαίου Οὐαλερίου Φρόντωνος κλῆρος καὶ ποτίστρα, διʼ ἧς ποτίζεται ἡ αὐτὴ γῆ, λιβὸς Ἀφροδισίου τοῦ Ἡρώδου κλῆρος καὶ ποτίστρα, διʼ ἧς ποτίζεται ἡ αὐτὴ γῆ, ἀπηλιώτου Ἀπολλωνίου τοῦ καὶ Πε… κλῆρος. πάντα δὲ ἀκολούθως τῇ εἰς τὴν Ἀμμωνοῦν ἀπὸ τῆς … τοῦ Πατέως ἐκχωρήσει. τὴν δὲ ἐκχώρησιν ταύτην … καὶ τῶν ἄλλων ἐξακολουθούντων ταῖς ἀρούραις …ων. ἀπέσχεν ἡ Ἀμμωνοῦς παρὰ τῆς ἐκχωρηθείσης ὑπὲρ ἐκχωρητικοῦ διαπείσματος ἀργυρίου δραχμὰς τριακοσίας ἑξήκοντα διὰ χειρὸς καὶ βεβαιώσει καθαρὰς ἀπὸ δημοσίων καὶ παντὸς εἴδους ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ ἐνεστῶτος ε ἔτους καὶ αὐτοῦ δ ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυριου. ἀντίγραφον ἀλληλομολογίας ἐκχωρήσεως ἐκ βιβλιοθήκης ἐξ ἀναγραφῆς γραφείου κώμης Ταλεὶ καὶ ἄλλων κωμῶν τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοιείτου νομοῦ. ἔτους η Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Νέου Σεβαστοῦ β. ὁμολογεῖ Κολλαῦθις Φολήμεως τοῦ Νεφερῶτος ὡς ἐτῶν μδ οὐλὴ μετώπῳ μέσῳ ὡς δὲ πέταλον πήχει ἀριστερῶι μετὰ κυρίου τοῦ συνγενοῦς Ἡρακλήου τοῦ Ἰσχυρίωνος ὡς ἐτῶν λε οὐλὴ ἀντικνημίῳ ἀριστερῶι Τρύφωνι Ἡρωνος τοῦ Ὤπεως ὡς ἐτῶν μα οὐλὴ δακτύλῳ μεγάλῳ χειρὸς ἀριστερᾶς ἐκκεχωρηκέναι αὐτῶι Τρύφωνι κατὰ τήνδε τὴν ὁμολογίαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὰς ὑπαρχούσας αὐτῇ Κολλαύθι περὶ κώμην Τεβτῦνιν τῆς αὐτῆς μερίδος γῆς ἐπικαταβληθείσης ἀπὸ δεκαρουρίας κωμογραμματέως ἀρούρας δέκα , ἢ ὃσαι ἐὰν ὦσι, ἐν μιαῖ σφραγῖδι καὶ τὰ συνκύροντα πάντα, ἄσπὲρ ἀρούρας δέκα καὶ αὐτὴ ἡ ὁμολογοῦσα Κολλαῦθις ἐξεχωρήθη παρὰ Ἀμμωνοῦτος τῆς Ἀπολλωνίου τοῦ Σωκράτους διὰ τοῦ τῆς κώμης Τεπτύνεως γραφείου τῷ ε ἔτει Τραιανοῦ Καίσαρος τοῦ κυρίου μηνὶ Καισαρείωι ιϛ, ὧν γείτονες τῶν ἐκκεχωρημένων ἀρουρῶν, καθὼς καὶ διὰ τῆς εἰς τὴν Κολλαῦθιν ἐκχωρήσεως δεδήλωται, νότου Ἡρακλίου τοῦ Ἡρωδίου

---

Documentary Papyri, SB 14. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;14.
