# SB 14 11599

Documentary Papyri, SB 14, SB 14 11599. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-14/11599
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-14/11599

… … τοῖς μὲν πρώτοις μησὶ ὀκτὼ κατὰ μῆνα πεντεκαιδεκάτῃ α… ἐν δὲ τελευταίῳ μηνὶ ὁμοίως τὰς λοιπὰς δραχμὰς τέσσερας χωρὶς πάσης ὑπερθέσεως τῆς παρʼ ἑκάστης δόσεως πίστεως οὔσης περὶ σὲ περὶ ὧν ἐὰν μὴ ἐπιφέρω σου κατὰ μήνα γράμματα οὐκ ἐξόντος μοι ἀτακτεῖν ἐν τῇ καταβολῇ οὐδὲ κοιλαίνειν οὐδένα μῆνα ἢ ἐκτείσω σοι ἣν ἐὰν μὴ ἀποδῶ μηνιαίαν δόσιν διπλῆν διὰ τὸ ἐπὶ τούτοις ἑστάσθαι γενομένης τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑ#παρχόντων μοι πάντων καθάπερ ἐκ δίκης τῶν ἀπολύσεων δαπανῶν καὶ γραμματίων πάντων ὄντων πρὸς ἀμφοτέρους ἐξ ἴσου. κυρία ἡ χεὶρ πανταχῇ ἐπιφερομένη. ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Μεσορὴ ε. Ὀννῶφρις … Ψανσνῶτος ἔχω παρὰ σοῦ τὰς συνεσταμένας ἀργυρίου δραχμὰς ἑξήκοντα ὀκτὼ κεφαλαίου καὶ καταβαλῶ ἐν τοῖς ἐννέα μησὶ ἀπὸ θὼθ τοῦ εἰσιόντος ἐννεακαιδεκάτου ἔτους τοῖς μὲν πρώτοις μησὶ ὀκτὼ κατὰ μῆνα πεντεκαιδεκάτῃ δραχμὰς ὀκτὼ γίνονται δραχμαὶ ξδ ἐν δὲ τελευταίῳ μηνὶ ὁμοίως τὰς λοιπὰς δραχμὰς τέσσερας …

---

Documentary Papyri, SB 14. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;14.
