# SB 14 11717

Documentary Papyri, SB 14, SB 14 11717. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-14/11717
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-14/11717

ἦν δὲ τῶν περιβλέπτων ὁ βοηθούμενος παρʼ Ἑρμοπόλεως καὶ τῶν ἄλλων κτητόρων οὐ δέυτερος. ἀλλὰ τῆς τύχης ἕκαστον μεταβαλλούσης συνέβη σκαίᾳ τύχῃ π… πεπτωκέναι αὐτοῦ τὸν πατέρα καὶ τὴν ὕπαρξιν αὐτοῦ ἀναληφθῆναι διὰ τοῦ ἱερωτάτου ταμιείου. ἐπειδὴ …ει αὐτὸν … προνο… ἀναγκ τότε παρεχωρήθη γῆν χέρσον ὑπό τινος Ἀσπασίας γαμετῆς γενομένης Πομπωνίου. κεχώρισται δὲ τὰ ἐκείνης ὑπάρχοντα πρὸς τὸν γενόμενον ἄνδρα τελουμένης τὰ πρόσφορα. ἀλλὰ ἐπινεμήσεως γενομένης τῶν ἀπόρων οὐκ Ἀσπασίας ἀλλὰ Πομπωνίου προσγράφεται τῷ βοηθουμένῳ μέτρον ἀπόρου γῆς. ἐπεὶ βίαν ἔχει τὸ πρᾶγμα οὐδέν τι τῶν Πομπωνίου κατέχων δεῖται πένης ὦν καὶ μηδὲ ἑστίαν κεκτημένος κελεῦσαι μὴ ὀχληθῆναι ἐκ προσώπου Πομπωνίου. νομικός· λέγεις ὑπὲρ Ἀσκληπιάδου ἄρξαντος Ἑρμοῦ πόλεως. χέρσον γῆν ἐώνηται ὑποτελῆ παρά τινος Ἀσπασίας Πινουτίωνος γαμετῆς γενομένης Πομπωνίου τινὸς πολιτευσαμένου παρʼ Ἑρμοῦ πόλεως κεχώρισται δὲ ἡ γῆ τῆς ἀποδομένης πρὸς τὸν συνοικήσαντα αὐτῇ. τελουμένης αὐτῆς καθʼ ἕκαστον ἐνιαυτὸν τῷ δημοσίῳ λόγῳ τὰ πρόσφορα οὐκ ἦν ἀμφισβήτησις οὐδεμία ἀλλʼ ὡς ἀπόρου γενομένου Πομπωνίου τοῦ γενομένου ἀνδρὸς τῆς Ἀσπασίας βούλονται κ…ε…τειναι τινα τῶν ἀπόρων ἐπὶ τὸν βοηθούμενον οὐ διαφερόντων τῇ ἀποδομένῃ ἡμῖν ἀλλὰ Πομπωνίῳ παρʼ οὗ οὐδὲν ἐώνηται οὐδὲ αὐτοῦ κατέχει ὁπότε ἀπορώτερος καθέστηκεν ὁ παρὼν γένει καὶ αὐτὸς τῶν περιβλέπτων τὸ πάλαι. τῆς δὲ τύχης ἕκαστον μεταβαλλούσης συνέβη καὶ αὐτὸν εἰς ἀπορίαν ἐληλυθέναι τῷ τὸν πατέρα αὐτοῦ ἀπευκταίᾳ τύχῃ κεχρῆσθαι καὶ κατέχειν τὸ ἱερώτατον ταμιεῖον τὰ πατρῷα. τῶν δὲ ἀτοπωτάτων ἐστὶν τὸν οὕτω διακείμενον καὶ τῶν ἀναγκαίων δεόμενον ἄπορα ὑποστῆναι Πομπωνίου οὗ πράγματα οὐ διακατέχει ὁ βοηθούμενος. δεόμεθα κελεῦσαι τὴν γενομένην κατʼ αὐτοῦ ἐπιγραφὴν μὴ ἰσχύειν μόνον δυνάμενος τὰ οἰκεῖα βάρη ὑποστῆναι. καὶ ταῦτά περ προυξένησεν αὐτῷ ἡ τύχη. οὔτε γὰρ οἰκία αὐτῷ ὑπάρχει οὔτε ἀνδράποδον οὔτʼ ἕτερον τι πάντων τῶν προγενικῶν αὐτοῦ πραγμάτων παρὰ τῷ ταμιείῳ τυγχανόντων.

---

Documentary Papyri, SB 14. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;14.
