# SB 14 12017

Documentary Papyri, SB 14, SB 14 12017. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-14/12017
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-14/12017

ἔτους εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Φαῶφι ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ταβοῦς Παππίωνος τοῦ Μάρωνος ἀστὴ … ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴ μετώπωι μετὰ κυρίου τοῦ ἀνδρὸς Ἀμμωνίου τοῦ Ἀχιλλᾶ ἐτῶν λ οὐλὴ … ἀριστερᾷ Ἀρητιαίνῃ Ἀρείου ἐτῶν λ ἀσήμῳ μετὰ κυρίου τοῦ κατὰ μητέρα ἀνεψιοῦ Ἡρακλᾶ τοῦ Κρονίωνος ἐτῶν λβ ἀσήμου ἔχειν παρʼ αὐτῆς Ἀρητιαίνης διὰ χειρὸς χρῆσιν ἀργυρίου κεφαλαίου δραχμὰς ἑκατὸν ἑβδομήκοντα ἓξ τόκου δραχμιαίου τῇ μνᾷ ὧν καὶ τὴν ἀπόδοσιν ποιήσο… … τῇ Ἀρητιαίνῃ ἐν μηνὶ Θῶθ τοῦ εἰσιόντος πρώτου καὶ εἰκοστοῦ ἔτους ἀνυπερθέτως. ἐὰν δὲ μὴ ἀποδῶ ἐξέσται τῇ Ἀρητιαίνῃ κατασπείρειν … καὶ καρπίζεσθαι εἰς τὸ ἴδιον ἀπὸ τοῦ … …ς π…α περ…α… … γῆς ἰδιοκτήτου ἀρουρ… … καὶ ε…κ…στην π… …ην τιμὴν, τῆς πράξεως οὔσης … ἐκ τε τῆς Ταβοῦτος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῇ πάντων καθάπερ ἐκ δίκης. Ταβοῦς Παππίωνος μετὰ κυρίου τοῦ ἀνδρὸς Ἀμμωνίου ἔχω παρὰ τῆς Ἀρητιαίνης χρῆσιν ἀργυρίου δραχμὰς ἑκατὸν ἑβδομήκοντα ἒξ ἃς καὶ ἀποδώσω ἐν μηνὶ Θῶθ τοῦ κα ἔτους καθὼς πρόκειται. Π… ἔγραψα ὑπὲρ Ταβοῦτος καὶ ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων. ἀναγέγραπται διὰ γραφείου Τεβτύνεως.

---

Documentary Papyri, SB 14. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;14.
