# SB 14 12139.3.11-12139.5.12

Documentary Papyri, SB 14, 12139.3.11 to 12139.5.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-14/12139.3.11
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-14/12139.3.11

ἀναγνωσθήτω ὁ Οὐηστινιανοῦ ὑπομνηματισμός. ἀναγνωσθέντος ἐπὶ τοῦ ἐνεστῶτος ἔτους Θώθ, Αἴλιος Διονύσιος· ἀναγνωσθήτω καὶ ὁ Ἡλιοδώρου τοῦ ἡγεμονεύσαντος ὑπομνηματισμός. ἀναγνωσθέντος ἐπὶ τοῦ δ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἐπείφ, Λυκαρίων ῥήτωρ· τῇ ιϛ τοῦ ὄντος μηνὸς ὁ τιμιώτατος ἀρχιδικστὴς Κλαύδιος Ἱέραξ ἤκουσεν περὶ ὁμοίας ὑποθέσεως, καὶ ἄν σοι δοκεῖ κατακολούθησον αὐτοῦ τῇ ἀποφάσει. Αἴλιος Διονύσιος· ἀναγνώσομαι τὸν τοῦ ἀρχιδικαστοῦ ὑπομνηματισμόν. καὶ μετὰ ὀλίγον προσελθόντων τῶν διαδικαζομένων πλειόνων τε εἰς τὸ αὐτὸ λεχθέντων τοῦ τε ὑπομνηματισμοῦ τοῦ ἀρχιδικαστοῦ Κλαυδιου Ἱέρακος ἀναγνωσθέντος ἐπὶ τοῦ ἐνεστῶτος ἔτους καὶ μηνός, Αἴλιος Διονύσιος γενόμενος ἀγορανόμος καὶ ἐπὶ τῆς εὐθηνίας τῆς πόλεως σκεψάμενος ἀπεκρίνατο· καίτοι γε ὀλίγου ὄντος τοῦ ζητουμένου ἐγὼ οὐ μόναις ταῖς ἀναγνωσθείσαις κρίσεσι κατηκολούθησα ἀλλὰ καὶ μαθὼν τὸν τιμιώτατον ἀρχιδικαστὴν Κλαύδιον Ἱέρακα τῇ ιϛ τοῦ ἐνεστῶτος μηνὸς Μεχεὶρ τὸ ὅμοιον κεκρικότα προσῆκον ἡγησάμην κατακολουθῆσαι αὐτοῦ τῇ ἀποφάσει. οὐδὲν οὖν κωλύει τὴν Σοῆριν ἀπολαμβάνουσαν ἣν ἐξωδίασεν τιμὴν οὗ ἠγόρασεν μέρους καὶ εἴ τινα εἰς τὸν ἀγορασμὸν πεποίηται ἀναλώματα ὑπὲρ τοῦ ἀζήμιον αὐτὴν γενέσθαι ἀποκαταστῆσαι τὴν νοῦβιν τῷ Ἀμούνει οὐ μόνον κοινωνῷ ὄντι ἀλλὰ καὶ ἀδελφῷ. ἔτους θ Ἀντωνίνου τοῦ κυρίου Μεχεὶρ ιϛ. Ἱέραξ ὢν καὶ ἔκδικος Θεανοῦς πρὸς Ἀβῖθιν διʼ ἐκδίκου τοῦ ἀνδρὸς Νεχθερῶτος. Νεῖλος καὶ Σαραπίων ῥήτορες εἶπον· Ἱέραξ καὶ Θεανοῦς καὶ Ἀγαθὸς Δαίμων ἀνεψιοὶ κατὰ διαδοχὴν ἀπὸ τῶν προγόνων ἑαυτῶν ἔσχον ἐννέα καὶ πρὸς ἀρούρας ἅσπερ διελόμενοι κεχωρισμένως ἐπεκράτησαν ἕκαστος τοῦ προσήκοντος αὐτῷ, τοῦ δὲ Ἀγαθοῦ Δαίμονος ἄνευ τοῦ ἐπαγγείλασθαι τοῖς ἡμετέροις ἀποδομένου τῇ ἀντιδικῳ τὸ κατὰ αὐτόν, ἀξιοῦσιν κατὰ τὰ ἐπὶ τῶν ὁμοίων κεκριμένα, μάλιστα δὲ ὑπογύως ἐξ ἀναπομπῆς τοῦ κρατίστου ἡγεμόνος ὑπὸ Οὐλπίου Σερήνου γυμνασιάρχου, διδοῦσιν ἣν ἐξωδίασεν τιμὴν ἀποκατασταθῆναι τὰς ἀρούρας αὐτοῖς οὐδὲ δύο μηνῶν ὄντων ἀφʼ οὗ ἐώνηνται. Δωρίων καὶ Διονύσιος ῥήτορες ἀπεκρίναντο· διαιρέσεως γενομένης τῇ συνηγορουμένῃ τὸ κατʼ αὐτὸν μέρος, ὡς ἐκρίθη καὶ ὑπὸ Ἡλιοδώρου τοῦ ἡγεμονεύσαντος, ἕκαστος βούλεται τὸ ἴδιον μέρος πιπράσκειν καὶ ἐὰν κοινωνοὺς ἔχῃ. Νεῖλος· Ἡλιόδωρος μέν, ἐπεὶ μὴ ἧσαν συνγενεῖς οἱ ἀμφισβητοῦντες ἀλλὰ αὐτὸ μόνον κοινωνοί , οὕτως ἀπεφήνατο.

---

Documentary Papyri, SB 14. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;14.
