# SB 16 12289colii

Documentary Papyri, SB 16, SB 16 12289. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-16/12289colii
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-16/12289colii

κατεχωρίσθη πρὸ …ν Αὐγούστων. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικιννίου Σεβαστοῦ καὶ Κωνσταντίνου υἱοῦ Σεβαστῶν Καλανδῶν Αὐγούστων ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Αὐρηλία Πτολεμαὶς θυγάτηρ Διοσκόρου τοῦ Ἡρακλίωνος γενομένου βουλευτοῦ τῆς Ἀρσινοιτῶν πόλεως μητρὸς Δημητρίας ἀπὸ ἀμφόδου Βιθυνῶν Ἰσίωνος ὡς ἐτῶν … οὐλὴν οὐκ ἔχουσα χωρὶς κυρίου χρηματίζουσα τέκνων δικαίῳ παρόντος καὶ εὐδοκοῦντος καὶ συνυπογράφοντος τῇδε τῇ πράσει τοῦ συνόντος αὐτῇ ἀνδρὸς Αὐρηλίου Γεροντίου ἀρχιερατεύσαντος βουλευτοῦ τῆς αὐτῆς πόλεως υἱοῦ Ἥρωνος καὶ αὐτοῦ γενομένου βουλευτοῦ τῆς αὐτῆς Ἀρσινοιτῶν πόλεως Αὐρηλίῳ Φιλίππῳ Ἰσιδώρου μητρὸς Θαισαρίου ἀπʼ ἀμφόδου Βιθυνῶν ἄλλων τόπων πεπρακέναι ἡ Πτολεμαεὶς τῷ Φιλίππῳ ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσαν αὐτῇ ἐν τῇ μητροπόλει ἐπὶ τοῦ προκειμένου ἀμφόδου Βιθυνῶν Ἰσίωνος οἰκίαν ἐν ᾗ αἴθριον καὶ αὐλὴ ἐπὶ τοῖς οὖσι αὐτῆς μέτροις καὶ πηχισμοῖς καὶ θεμελίοις καὶ τείχεσι καὶ φωσφορίαις καὶ εἰσόδοις καὶ ἐξόδοις καὶ ταῖς ἄλλαις χρήσεσι καὶ δικαίοις πᾶσι κατὰ τὴν ἐξ ἀρχῆς καὶ μέχρι νῦν συνήθειαν, ἧς γείτονες καθὼς ἐκ συμφώνου ὑπηγόρευσαν νότου κληρονόμων Θεοδώρου ἀπὸ λαογράφων οἰκία βορρᾶ τῆς ἀποδομένης ἑτέρα οἰκία ἀπηλιώτου ῥύμη δημοσία, διʼ ἧς εἴσοδος καὶ ἔξοδος λιβὸς Κυριλλοῦτος οἰκία καὶ ἀπέχειν τὴν ὁμολογοῦσαν Πτολεμαεὶν παρὰ τοῦ ὠνησαμένου Φιλίππου τὰ συμπεφωνημένα τῆς τιμῆς ἀργυρίου τάλαντα δεκατρία, γίνεται τάλαντα ιγ, ἐκ πλήρους διὰ χειρὸς καὶ βεβαιώσειν αὐτήν τε τὴν ὁμολογοῦσαν Πτολεμαεὶν καὶ τοὺς παρʼ αὐτῆς τῷ πριαμένῳ Φιλίππῳ καὶ τοῖς παρʼ αὐτοῦ τὰ κατὰ τὴν πρᾶσιν τῆς προκειμένης οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς πάσῃ βεβαιώσει, ἣν καὶ παρέξεται ἀνέπαφον καὶ ἀνενεχύραστον καὶ ἀνεπιδάνειστον καὶ καθαρὰν ἀπὸ παντὸς ὀφειλήματος δημοσίου τε καὶ ἰδιωτικοῦ καὶ πάσης ἐμποιήσεως διὰ παντὸς καὶ ἀπὸ τοῦ νῦν τὸν ἀγοραστὴν Φίλιππον κρατεῖν τῆς οἰκίας καὶ κυριεύειν καὶ τὰ περιγεινόμενα ἀποφέρεσθαι εἰς τὸ ἴδιον καὶ διοικεῖν καὶ οἰκονομεῖν περὶ αὐτῆς ὡς ἐὰν αἱρῆται, ἐφʼ ἣν καὶ μὴ ἐπιπορεύεσθαι τὴν ὁμολογοῦσαν Πτολεμαὶν μηδʼ ἄλλον ὑπὲρ αὐτῆς μηδένα κατὰ μηδένα τρόπον ἀλλὰ καὶ τὸν ἐπελευσόμενον ἢ ἐμποιησόμενον καθʼ ὅντινα οὖν τρόπον ἀποστήσειν αὐτὴν παραχρῆμα τοῖς ἰδίοις αὐτῆς δαπανήμασι ἔτι καὶ προσεκτείσειν τὴν τιμὴν μεθʼ ἡμιολίας καὶ τὰ τέλη καὶ τὰ ἀναλώματα διπλᾶ. περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καλῶς γεγονέναι καὶ ἐπερωτηθεῖσα ὡμολόγησεν. Αὐρηλία Πτολεμαεὶς χωρὶς κυρίου χρηματίζουσα ὁμολογῶ πεπρακέναι τῷ Φιλίππῳ τὴν ὑπάρχουσάν μοι ἐν τῇ μητροπόλει ἐπʼ ἀμφόδου Βιθυνῶν Εἰσίωνος οἰκίαν, ἐν ᾗ αἴθριον καὶ αὐλή, ἧς αἱ γειτνίαι πρόκεινται καὶ ἀπέσχον τὴν τιμὴν ἀργυρίου τάλαντα δεκάτρια πλήρης διὰ χειρὸς καὶ βεβαιῶ καθαρὰν ὡς πρόκινται, καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρήλιος Εὐπορίων οὐετρανὸς ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου. Αὐρήλιος Γερόντιος ἀρχιεράτευσας βουλευτὴς ἀνὴρ τῆς Πτωλεμαείδος εὐδοκῶ τῇ πράσει ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Νέπως οὐετρανὸς κεχρημάτικα ὡς πρόκειται καὶ ἐξεδόμην.

---

Documentary Papyri, SB 16. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;16.
