# SB 16 12290

Documentary Papyri, SB 16, SB 6 9312. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-16/12290
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-16/12290

παρὰ Σατορνείλου Σαραπίωνος τοῦ Διονυσίου τῶν τὴν ἐπιγαμίαν ἐχόντων πρὸς Ἀντινοίδα καὶ τὸ ἐφέστιον ἐχόντων ἐν τῇ Ἀντινόου πόλει. ἐπεὶ ὁ τῆς Τεπτύνεως κώμης τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου γραμματεὺς τὴν γεωργίαν διατάξας κατʼ ἄγνοιαν ἢ κατʼ ἐπήρειαν ἐπέβαλέν μοι ὡς γεουχοῦντι βασιλικὴν ἄρουραν μίαν , ἐμοῦ δὲ καμηλίτου ὄντος ἔτι τε καὶ τὰ ἐπικεφάλια διαγράφοντος ἐπὶ τὴν ἐν Ἀντινόου πόλει δημοσίαν τράπεζαν ἀκολούθως τοῖς κριθεῖσι, ὅθεν καταφεύγω ἐπὶ σὲ ἀξιῶν ἐὰν σοῦ τῇ τύχῃ δόξῃ κελεῦσαι γραφῆναι τῷ τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου στρατηγῷ διορθώσασθαι τὸ εἴς με ἀδίκημα τοῦτο, πρὸς τὸ δύνασθαί με ἀνεπηρέαστον οὕτως γενέσθαι καὶ ἀμερίμνως ἐν τῇ Ἀντινόου διατρίβειν καθὰ ἐπεστάλη ἄνωθεν ὑπὸ Οὐμβρικίου Καπιτωλείνου ἐπιστρατηγήσαντος Θηβαίδος, ἧς ἐπιστολῆς ἔνεστιν τὸ ἀντίγραφον· Οὐμβρίκιος Καπιτωλεῖνος Πτολεμαίῳ βασιλικῷ γραμματεῖ Πολέμωνος διαδεχομένῳ καὶ τὴν στρατηγίαν χαίρειν· Λεόντιος Ἀπολλωνίου τοῦ Λύκου ἐνέτυχέν μοι διὰ βιβλιδίου, ὃ σημειωσάμενος ἔπεμψά σοι, φήσας ἑαυτὸν πατέρα Ἀντινοέως ὄντα μόνον δεῖν λειτουργεῖν τῇ τῶν Ἀντινοέων ἀποικίᾳ. ἔγραψα ἵνʼ εἰδῇς ὅτι ἐναργεῖς μοι κρίσεις περὶ τῶν ἀνδρῶν τοιούτων γεγένηνται. εὔλογον οὖν ἐστιν τὰ τοῖς τοιούτοις διὰ τῶν κρίσεων φυλαχθέντα δίκαια καὶ αὐτῷ τηρηθῆναι. σὺ δὲ φρόντισον ἵνα ὁ κρατούμενος αὐτοῖς τοῖς ἀποίκοις καὶ τοῖς αὐτῶν πόρος καθαρὸς διαμεῖναι δυνηθῇ. ἐρρῶσθαί σε βούλομαι. ἔτους κβ θεοῦ Αἰλίου Ἀντωνείνου μηνὸς Ἁδριανοῦ … ταῦτα οὖν ἀξιῶ ἵνʼ ὦ εὐεργετημένος. διευτύχει …

---

Documentary Papyri, SB 16. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;16.
