# SB 16 12333.1-23

Documentary Papyri, SB 16, 12333.1 to 12333.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-16/12333.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-16/12333.1

παρὰ …νοιταρίου τῆς καὶ Θερμουθίου … Φαύστου μητρὸς Τετεύριος … …ως. οὗ ἐπόρισα ἀπὸ διαλογῆς χρηματιστῶν ἐστιν ἀντίγραφον. Διόδοτος ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς Ὀξυρυγχίτου στρατηγῷ χαίρειν. τοῦ δεδομένου ὑπομνήματος ἀντίγραφον μεταδοθήτω ὡς ὑπόκιται. ἔρρωσο … γραμματεὺς καταλογίου ἔγραψα. Διοδότῳ τῶν ἠγορανομηκότων ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ …νοιταρείου τῆς καὶ Θερμουθίου … Φαύστου μητρὸς Τετεύριος … τῆς προημένης μοι δισσῆς ἀσφαλείας σὺν τῇ ὑπʼ αὐτὰ ὑπογραφῇ ἀντίγραφον ὑπόκειται. Θεογένης Θεογένους τοῦ Θεογένους μητρὸς Καλλιστράτης …νοιταρίῳ τῇ καὶ Θερμουθίῳ … Φαύστου μητρὸς Τετεύριος ἀπὸ … πόλεως μετὰ κυρίου τοῦ ὁμογνησίου … χαίρειν. ὁμολογῶ πεπρακέναι καὶ παρακεχωρηκέναι σοι ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον τοὺς …ν ὑπʼ ἐμοῦ ἀμπέλους ι… τοῦ κυρίου Παχὼν … Θεογένους Θεογένους τ… ἀπηλιώτου τοπαρχίας ἐκ τοῦ …άνορος καὶ Ἡρακλίδου καὶ ἄλλων κλήρου … τὰς ἀρούρας εἰκοσιοκτὼ ἥμισυ σὺν τῷ ἐπιβάλλοντι ἡμίσει μέρει τοῦ τροχοῦ σὺν τῇ ἐπικειμένῃ μηχανῇ, ὧν ὅλων γείτονες νότου … βορρᾶ Γρηγορίου καὶ ἀπηλιώτου Διονυσίου Θέωνος καὶ ἄλλων λιβὸς …. τὰς δὲ συμπεφωνημένας πρὸς ἀλλήλους ὑπὲρ τιμῆς ἀρουρῶν εἰκοσιοκτὼ ἡμίσους καὶ τοῦ ἡμίσους μέρους τοῦ τροχοῦ ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς ἑπτακαιδεκακισχιλίας ἑκατόν , αἵ εἰσιν ἀργυρίου τάλαντα δύο καὶ δραχμαὶ πεντακισχίλιαι ἑκατόν , αὐτόθι ἀπέσχον παρὰ σοῦ διὰ χειρὸς ἐκ πλήρους. διὸ κρατεῖν σε καὶ κυριεύειν σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις τῶν παραχωρουμένων ὑπʼ ἐμοῦ ὡς πρόκειται ἀρουρῶν εἰκοσιοκτὼ ἡμίσους καὶ ἐξουσίαν ἔχειν καὶ χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτῶν ὡς ἐὰν αἱρῇ. ἅσπερ καὶ ἐπάναγκες παρέξομαί σοι βεβαίας διὰ παντὸς ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὰς ἀπὸ … … χωμάτων καὶ ἀπὸ παντὸς …νι… καὶ ἀπὸ τῶν ὑπὲρ ἄλλων τελουμένων παντοίων τῶν ἕως τοῦ ἐνεστῶτος καὶ αὐτοῦ τοῦ ἐνεστῶτος ἐνάτου καὶ εἰκοστοῦ ἔτους διὰ τὸ τὰ ἀπὸ τοῦ εἰσιόντος τριακοστοῦ ἔτους τούτων πρόσφορα εἶναι σοῦ τῆς ὠνουμένης. κυρία ἡ ὁμολογία ὡς ἐν δημοσίῳ κατακεχωρισμένη χωρὶς ἀλείφατος καὶ ἐπιγραφῆς. ἔτους κθ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Βρεταννικοῦ … Θεογένης Θεογένους τοῦ Θεογένους μητρὸς Καλλιστράτης παρεχώρησα …νοιταρίῳ τῇ καὶ Θερμουθίῳ … καὶ ἀπέσχον τὰ τῆς τιμῆς συμπεφωνημένης πρὸς ἀλλήλους ὑπὲρ παραχωρητικοῦ ἀργυρίου τάλαντα δύο καὶ δραχμὰς πεντακισχιλίας ἑκατὸν … ἐξ ἰδίου μου πόρου διὰ τὰ παρακείμενα τῷ ὀνόματι μου. διὰ τούτων …. ταύτην δὲ βουλομένη ἐν δημοσίῳ

---

Documentary Papyri, SB 16. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;16.
