# SB 16 12334

Documentary Papyri, SB 16, SB 16 12334. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-16/12334
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-16/12334

… ἐὰν δὲ διαφορᾶς αὐτοῖς γεινομένης χωρίζωνται ἀπʼ ἀλλήλων … ἀποδότω ἡ Ἀπολλωνοῦς ἢ τῇ τα… … τὴν αὐτὴν ὁλκήν, τὰ δὲ προκίμενα … ἐπὶ μὲν τῆς ἀποπομπῆς παραχρῆμα ἐπὶ δὲ τῆς ἑκουσίας ἀπαλλαγῆς ἐν ἡμέραις τριάκοντα ἀφʼ ἧς ἐὰν ἀπαιτηθῇ, τῆς πράξεως οὔσης ἢ τῇ Ταμαρρῆτι ἢ μὴ περιούσῃ τῇ ταύτης θυγατρὶ Κρονοῦτι ἔκ τε τῆς ὁμολογούσης Ἀπολλωνοῦτος καὶ ἐκ τῶν ὑπαρχόντῶν αὐτῇ πάντων καθάπερ ἐκ δίκης …ον Γαίου Ἰουλίου Ἰσιδώρου καὶ Κρονοῦτος μηδε …ον τῇ συνγραφῇ ταύτῃ μηδʼ ἄλλο ἐὰν ἐπίκτητόν τε ἢ καὶ ἐλευσόμενον … ἐφʼ ὧν ἐὰν ποιήσῃ οἰκονομιῶν ἢ τὴν παρὰ ταῦτα ἐσομένην οἰκονομίαν· ἐὰν δὲ συμβῇ τὴν Ταμαρρῆν … ἢ ἕτερόν τι παθεῖν καὶ μεταλλάξαι τὸν βίον ἔστω τὰ ὑπʼ αὐτῆς … τῶν περιόντων ἑκάστωι αὐτῶν κατὰ τὸ ἴσον μέρος, αἱ δὲ προγεγραμμέναι … ἔστωσαν τῆς Κρονοῦτος, ἢ μὴ περιῇ τῶν ταύτης ἐκ τοῦ Γαίου Ἰουλίου Ἰσιδώρου τέκνων … ἐπὶ τὸ πλεῖον ἢ ἐπὶ τὸ ἔλαττον ἐν μιᾷ σφραγῖδι καὶ τῶν συνκυρόντων πάντων … περὶ τοῦ …ος λεγομένου· ἡ δʼ αὐτὴ Ταμαρρῆς ὁμοίως συγχωρεῖ μετὰ τὴν ἑαυτῆς τελευτὴν εἶναι τοῦ … τὴν ὑπάρχουσαν αὐτῇ παιδίσκην δούλην νόθον Εὐθηνίαν ἀπὸ δὲ τοῦ νῦν καὶ ἐπὶ τὸν ἅπαντα χρόνον … προγεγραμμένην Ἀπολλωνοῦν· καὶ αὐτὴ συγχωρεῖ μετὰ τὴν ἑαυτῆς τελευτὴν εἶναι τοῦ … τὰς ὑπαρχούσας αὐτῇ περὶ τὴν προγεγραμμένην κώμην Φιλαδέλφειαν ἀρούρας … τὰς μὲν ἐκ τοῦ πρὸς νότον μέρους διατεινούσας λίβα ἐπʼ ἀπηλιώτην καὶ ἐν τῶι ἐπι … ὁ δὲ τόπος ἐκ τοῦ πρὸς βορρᾶ μέρους διατείνων λίβα ἐπʼ ἀπηλιώτην καὶ ἐν ταῖς ἐπικα … ἀρουρῶν δέκα ἓξ ἢ ὅσων ἐὰν ὦσι ἐπὶ τὸ πλεῖον ἢ ἐπὶ τὸ ἔλαττον … τῇ Κρονοῦτι εἰς τὸν κοινὸν οἶκον εἰς λόγον συντάξεως ἀπὸ τοῦ νῦν … τῶι ἰδίωι τῶι τῆς Ταμαρρῆτος ἀρτάβας δέκα δύο κατʼ ἐνιαυτὸν πυροῦ ?, τῆς πράξεως οὔσης τῇ Ταμαρρῆτι ἐκ τε τῆς … καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῇ πάντων καθάπερ ἐκ δίκης. ὑπογραφεὺς … τῶν ὁμολογούντων Χαρίξενος Χαριξένου ὡς ἐτῶν πεντήκοντα ἓξ οὐλὴ …

---

Documentary Papyri, SB 16. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;16.
