# SB 16 12481

Documentary Papyri, SB 16, SB 16 12481. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-16/12481
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-16/12481

ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν καὶ τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν ἁγίων ἔτους Διοκλητιανοῦ τπε Χοιὰκ β δωδεκάτης ἰνδικτίονος. Φλαουίῳ Πεττηρίῳ τῷ ἐνδοξοτάτῳ παγάρχῳ ταύτης τῆς Ἀρσινοιτῶν πόλεως διὰ Πεττηρίου τοῦ λαμπροτάτου ὑμετέρου νοταρίου Αὐρήλιος Ἀβραάμιος πωμαρίτης υἱὸς Κοσμᾶ μετʼ ἐγγυητοῦ καὶ ἀναδόχου εἰς ἀπόδοσιν τοῦ ἑξῆς δηλωθησομένου μου χρέους Νειλίωνος υἱοῦ Μηνᾶ πρεσβυτέρου ἀπὸ τῆς αὐτῆς Ἀρσινοιτῶν πόλεως ἀπὸ ἀμφόδου Βιθυνῶν Ἰσίωνος χαίρειν. ὁμολογῶ μεμισθῶσθαι παρʼ ὑμῶν ἀπὸ τῶν γεουχικῶν ἀρουρῶν ἐν πεδίῳ Κουκκουμίου πωμάριον σύμφυτον σύνδενδρον ὅσου ἐστὶν ἀρουρηδοῦ μετὰ καὶ τοῦ ἐν αὐτῷ ἡμίσεως μέρους λάκκου καὶ μηχανῆς καὶ μηχανοστασίου καὶ μηχανικῶν ὀργάνων καὶ τῶν δύο βοιδίων καὶ τῆς αποθ…τ… προχρείας καὶ τῶν ἀρουρῶν τῆς αὐτοῦ ἀποτρ…ης καὶ παντὸς αὐτοῦ τοῦ δικαίου ἐφʼ ὅσον χρόνον βούλεσθε ἀπεντεῦθεν καὶ ἐφεξῆς καὶ παρασχεῖν με ὑπὲρ δημοσίου αὐτοῦ ἐνιαυσίως ἀπὸ καρπῶν τῆς σὺν θεῷ τρεισκαιδεκάτης ἰνδικτίωνος χρυσίου νομισμάτια ὀκτὼ δίμοιρον ἀρίθμια, γίνεται χρυσίου νομισμάτια η 𐅷 ἀρίθμια καὶ τὰς … ὑπηρεσίας καὶ ἡνίκα δʼ ἂν ἐθελήσητε ἀποβαλέσθαι με ἐκ ταύτης τῆς μισθώσεως παραδώσω ὑμῖν τὸ αὐτὸ πωμάριον πεφιλοκαλημένον καθὼς καὶ παρείληφα καὶ τὴν … μίσθωσις πωμαρίου ἀρούρης α ἐν πεδίῳ Κουκκουμίου γενομένη ὑπὸ Ἀβρααμίου πωμαρίτου μετʼ ἐγγυητοῦ καὶ ἀναδόχου Νειλίωνος εἰς Φλάουιον Πεττήριον τὸν ἐνδοξότατον πάγαρχον

---

Documentary Papyri, SB 16. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;16.
