# SB 16 12504

Documentary Papyri, SB 16, SB 16 12504. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-16/12504
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-16/12504

ἀντίγραφον προγράμματος ἐξειλημμένον ἐκ βιβλιοθήκης δημοσίων λόγων. Οὐέγετος ὁ καὶ Σαραπίων στρατηγὸς Ἀρσινοίτου Θεμίστου μερίδος τοῖς ὑπογεγραμμένοις ἀναδοθεῖσί μοι ὑπὸ τῶν τῆς μερίδος πραγματικῶν ὡς εὔποροι καὶ ἐπιτήδειοι εἰς τὴν ἐπιτήρησιν τῶν ὑπογεγραμμένων ἐν τῇ μερίδι τελωνικῶν ὠνῶν καὶ ἄλλων τοῦ κ ἔτους Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ παρανγέλλω ἀντιλαμβάνεσθαι τῆς ἐπιτηρήσεως μετὰ πάσης πίστεως καὶ ἐπιμελείας καὶ τοὺς λόγους τῶν προσπιπτόντων διὰ πενθημέρου καταχωρίζειν, ὡς ἐκελεύσθη, ἐμοί τε καὶ οἷς δέον ἐστίν, τά τε ἐλ…λ…μενα διαγράφειν ἐπὶ τὴν δημοσίαν τράπεζαν μετὰ τῶν πρακτόρων κινδύνου πρὸς τούτους ὄντος, ἐάν τι τῷ φίσκῳ ἐμπέσῃ ἢ παρὰ τὸ δέον γένηται ἢ οὕτινος συκαμε …ου…ς. ἔτους ιθ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεσορὴ ἐπαγομένων γ. ζυτηρᾶς ἔστι δέ· Γάιος Ἀντώνιος Γαλλικὸς ἀπολύσιμος ἀπὸ …ας Πτολεμαῖος Σωπάτρου τοῦ Διδύμου ἀπὸ μητροπόλεως Ἁρποκρατίων Θέωνος ἀπὸ Μακεδόνων Ζωίλος τοῦ Χάρητος ἀπὸ Ἱερακίου. ἀντίγραφον προγράμματος …ομ… Ἡρακλείδης στρατηγὸς Ἀρσινοίτου Θεμίστου μερίδος. Γελλίου Βάσσου τοῦ κρατίστου ἐπιστρατήγου γράψαντός μοι ἀντὶ Γαίου Ἀντωνίου Γαλλικοῦ διὰ γῆρας ἀσθενοῦς τῷ σώματι καταστῆσαι ἕτερον εἰς τὴν ἐπιτήρησιν ἐν ᾗ ἐδήλωσεν ὁ Γαλλικὸς εἶναι, ἀνεδόθη ὑπὸ τῶν τῆς μερίδος κωμογραμματέων ὧν δὲ κωμῶν μή εἰσιν κωμογραμματεῖς πρεσβυτέρων διαδεχομένων τὰ κατὰ τὰς κωμογραμματείας Ἀπίων Ἀμμωνίου τοῦ Μύσθου ἀπὸ Χηνοβοσκῶν εἰς τὴν ἐπιτήρησιν ὠνῆς ζυτηρᾶς κώμης Θεαδελφίας. παρανγέλλομεν αὐτῷ πιστῶς καὶ ἐπιμελῶς τὴν ἐπιτήρησιν ποιεῖσθαι καὶ τοὺς λόγους καταχωρίζειν ἐμοί τε καὶ οἷς δέον ἐστὶν τῶν περιουσῶν ἡμερῶν τοῦ ἐνεστῶτος ἔτους καὶ τοῦ εἰσιόντος κα ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου …υμε…δηλον ἀντὶ τοῦ Γαλλικοῦ …πρ… τὴν χρείαν. σεσημείωμαι. ἔτους κ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεσορή. Σαρα…κλ…ων ὑπηρέτης προθεὶς κατεχώρησα. ἔτους κ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεσορὴ ἐπαγομένων …

---

Documentary Papyri, SB 16. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;16.
