# SB 16 12576

Documentary Papyri, SB 16, SB 16 12576. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-16/12576
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-16/12576

λόγος τοῦ ἐνεστῶτος ιϛ ἔτους καὶ δ ἔτους καὶ β ἔτους λόγος Λουκίου γραμματέως· ὑπέσχεν ὑπὲρ … ἐνγράφως ὧν τὸ ἀντίγραφον κεῖται. ἀπὸ τούτων Φαῶφι κθ ἔσχον παρʼ αὐτοῦ ἀργυρίου δραχμὰς Γ οἴνου διὰ Ἁτρῆτος κεράμια ϛ σίτου διὰ τοῦ αὐτοῦ ἀρτάβας β 𐅵 δ Ἁθὺρ κζ ἄλλα διὰ τοῦ αὐτοῦ οἴνου κεράμια γ Τῦβι κδ διὰ Καλοποδίας ὑπὲρ ἑορτικοῦ οἴνου σπαθίον α Μεχεὶρ ιζ ἔσχον ἄλλας ἀργυρίου δραχμὰς Β Φαρμοῦθι ιε ἐπέμφθησαν τῇ μητρί μου εἰς λόγον τιμῆς ἐρίων δραχμαὶ Β Παχὼν κγ ἔσχον παρὰ τοῦ αὐτοῦ τάλαντον α δραχμὰς Δφ ὧν παρὰ Διονυσίου Λεοντέως τάλαντον α παρὰ Διοσκόρου τραπεζίτου ἐν τῇ κώμῃ Σεφὼ δραχμὰς Δφ καὶ ἐπὶ μηνὸς Παῦνι δραχμὰς Α τιμῆς ἄρτου δραχμὰς τ Μεχεὶρ φοινίκων ἐδόθη ὑπὸ τῆς μητρὸς αὐτοῦ μάτιον α φακοῦ λευκοῦ ἡμιμάτιον α ἐρεβίνθου ἡμιμάτιον α γίνεται ὁμοῦ τὰ δοθέντα ὑπʼ αὐτοῦ ἀργυρίου τάλαντα γ δραχμαὶ ω οἴνου κεράμια θ σπαθίον α σίτου ἀρτάβαι β 𐅵 δ φακοῦ λευκοῦ μάτιον 𐅵 ἐρεβίνθου μάτιον 𐅵 φοινίκων καρυωτῶν μάτιον α

---

Documentary Papyri, SB 16. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;16.
