# SB 16 12648

Documentary Papyri, SB 16, SB 16 12648. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-16/12648
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-16/12648

Φλαουίῳ Εὐσεβίῳ λογιστῇ Ὀξυρυγχείτου παρὰ τοῦ κοινοῦ τῶν … τῆς αὐτῆς πόλεως διʼ ἐμοῦ Αὐρηλίου Διονυσίου. προσφωνοῦμεν ἰδίῳ τιμήματι τὴν ἑξῆς ἐγγεγραμμένην τιμὴν ὧν χειρίζομεν ὠνίων εἶναι ἐπὶ τοῦδε τοῦ μηνὸς καὶ ὀμνύομεν τὸν θεῖον ὅρκον μηδὲν διεψεῦσθαι. ἔστι δέ· … δηνάρια Α … τάλαντα δ. ὑπατείας Φλαουίων Οὔρσου καὶ Πολεμίου τῶν λαμπροτάτων, Ἁθὺρ λ. Αὐρήλιος Διονύσιος προσφωνῶ ὡς πρόκιται. Φλαουίῳ Εὐσεβίῳ λογιστῇ Ὀξυρυγχείτου παρὰ τοῦ κοινοῦ τῶν χαλκοκολλητῶν τῆς αὐτῆς πόλεως διʼ ἐμοῦ Αὐρηλίου Θωνίου Μώρου. προσφωνοῦμεν ἰδίῳ τιμήματι τὴν ἑξῆς ἐγγεγραμμένην τιμὴν ὧν χειρίζομεν ὠνίων εἶναι ἐπὶ τοῦδε τοῦ μηνὸς καὶ ὀμνύομεν τὸν θεῖον ὅρκον μηδὲν διεψεῦσθαι. ἔστι δέ· χαλκοῦ τοῦ μὲν ἐλατοῦ λίτρας α τάλαντα ϛ δηνάρια Α τοῦ δὲ χυτοῦ λίτρας α τάλαντα δ. ὑπατείας Φλαουίων Οὔρσου καὶ Πολεμίου τῶν λαμπροτάτων, Ἁθὺρ λ. Αὐρήλιος Θώνιος προσφωνῶ ὡς πρόκιται. Φλαουίῳ Εὐσεβίῳ λογιστῇ Ὀξυρυγχείτου παρὰ τοῦ κοινοῦ τῶν ἀρτοκόπων τῆς αὐτῆς πόλεως διʼ ἡμῶν Αὐρηλίων Ἁτρῆτος καὶ Ἀχιλλέως καὶ Διδύμου καὶ ἑτέρου Ἁτρῆτος καὶ Μαρκέλλου καὶ Νείλου. προσφωνοῦμεν ἰδίῳ τιμήματι τὴν ἑξῆς ἐγγεγραμμένην τιμὴν ὧν χειρίζομεν ὠνίων εἶναι ἐπὶ τοῦδε τοῦ μηνὸς καὶ ὀμνύομεν τὸν θεῖον ὅρκον μηδὲν διεψεῦσθαι. ἔστι δέ· σίτου μέτρῳ δεκάτῳ ἀρτάβης α τάλαντα κδ. ὑπατείας Φλαουίων Οὔρσου καὶ Πολεμίου τῶν λαμπροτάτων, Ἁθὺρ λ. Αὐρήλιοι Ἁτρῆς καὶ Ἀχιλλεὺς καὶ Δίδυμος καὶ ἕτερος Ἁτρῆς καὶ Μαρκέλλης καὶ Νῖλος προσφωνοῦμεν ὡς πρόκειται. ὁ αὐτὸς Ἀχιλλεὺς ἔγραψα ὑπὲρ τῶν ἄλλων γράμματα μὴ εἰδότων. Φλαουίῳ Εὐσεβίῳ λογιστῇ Ὀξυρυγχείτου παρὰ τοῦ κοινοῦ τῶν ζυθοπωλῶν τῆς αὐτῆς πόλεως διʼ ἡμῶν Αὐρηλίων Σαλαμίου Ἀπολλω καὶ Εὐλογίου Γελασίου . προσφωνοῦμεν ἰδίῳ τιμήματι τὴν ἑξῆς ἐγγεγραμμένην τιμὴν ὧν χειρίζομεν ὠνίων εἶναι ἐπὶ τοῦδε τοῦ μηνὸς καὶ ὀμνύομεν τὸν θεῖον ὅρκον μηδὲν διεψεῦσθαι. ἔστι δέ· κριθῆς ἀρτάβης α τάλαντα ιγ δηνάρια φ. ὑπατείας Φλαουίων Οὔρσου καὶ Πολεμίου τῶν λαμπροτάτων, Ἁθὺρ λ. Αὐρήλιοι Σαλάμιος καὶ Εὐλόγιος προσφωνοῦμεν ὡς πρόκειται. Θέων ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. Φλαουίῳ Εὐσεβίῳ λογιστῇ Ὀξυρυγχίτου παρὰ τοῦ κοινοῦ τῶν ἐλαιοπωλῶν τῆς αὐτῆς πόλεως διʼ ἡμῶν Αὐρηλίων προσφωνοῦμεν ἰδίῳ τιμήματι τὴν ἑξῆς ἐνγεγραμμένην τιμὴν ὧν χειρίζομεν … Φλαουίῳ Εὐσεβίῳ λογιστῇ Ὀξυρυγχίτου παρὰ τοῦ κοινοῦ τῶν μελισσουργῶν τῆς αὐτῆς πόλεως διʼ ἐμοῦ Αὐρηλίου προσφωνῶ ἰδίῳ τιμήματι τὴν ἑξῆς ἐνγεγραμμένην τιμὴν ὧν χειρίζω ὠνίων ἐπὶ τοῦδε τοῦ μηνὸς καὶ ὀμνύω τὸν θεῖον …

---

Documentary Papyri, SB 16. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;16.
