# SB 16 12685.3.50-12685.4.84

Documentary Papyri, SB 16, 12685.3.50 to 12685.4.84. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-16/12685.3.50
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-16/12685.3.50

Ἡρακλείδῃ γενομένῳ τῆς μερίδος στρατηγῷ διαλαβεῖν περὶ τούτου καὶ τὸ προσῆκον ποιῆσαι. καὶ πρὸς ταῦτα ἐγένετο ἐξέτασις. ὧν πάντων ἀντίγραφα ὑπετάξαμεν. ἡ μέντοι δηλωθεῖσα ὑπὸ τοῦ ἑνὸς ἡμῶν Στοτοήτιος γεγράφθαι ἐπιστολὴ ὑπὸ τοῦ κρατίστου πρὸς τῷ ἰδίῳ λόγῳ περὶ συνχωρήσεως τῆς προφητείας ὡς ἐπάνω διὰ τοῦ ὑπομνηματισμοῦ δηλοῦται. ἑτέρα δὲ τῷ Ἡρακλείδῃ γραφεῖσα τοῦ κα ἔτους θεοῦ Ἁδριανοῦ Μεσορὴ ιγ ὡς ἑξῆς δηλοῦται. ἔστιν ἀντίγραφον· Κλαύδιος Ἰουλιανὸς Ἡρακλείδῃ στρατηγῷ Θεμίστου μερίδος χαίρειν. βιβλίον Στοτοήτεως καὶ τῶν σὺν αὐτῷ ἱερέων γραφομένων Ἰσίωνει κωμογραμματεῖ ὡς παρὰ τὰ κεκριμένα καὶ τοὺς ἐν καταχωρισμῷ λόγους τὰς συντάξεις αὐτοῖς μὴ ἀποδεδωκότι σημειωσάμενος ἔπεμψά σοι, βέλτιστε, ἵνα περὶ τὸ μεταξὺ αὐτῶν διαλάβῃς καὶ τὸ προσῆκον ποιήσῃς, ὅπως αἱ τῶν θεῶν θρησκεῖαι μὴ ἐμποδίζωνται. ἔρρωσο βέλτιστε. ἔτους κα Μεσορὴ ιγ. ἔστι τοῦ βιβλιδίου τὸ ἀντίγραφον· Κλαυδίῳ Ἰουλιανῷ τῷ πρὸς τῷ ἰδίῳ λόγῳ παρὰ Στοτοήτιος τοῦ Στοτοήτιος καὶ τῶν λοιπῶν ἱερέων κώμης Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος ἱεροῦ λογίμου Ἴσιδος Νεφρέμμεως θεᾶς μεγίστης. … ὑποκεῖσθαι τῷ ἡμετέρῳ ἱερῷ τὴν σύνταξιν ἐπὶ τῆς κώμης Πηλουσίου … ἱερῶν τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοείτου κατὰ τὸ παλαιὸν ἔθος ἀκολούθως τοῖς κριθεῖσι καὶ τοῖς ἐν καταχωρισμῷ ὑπεραγάθοις λόγοις. ὁ δὲ τῆς Πηλουσίου κωμογραμματεὺς Ἰσίων Νεφερῶτι συνεργῶν ἐξέβαλεν ἡμᾶς ἐκ τοῦ ἱεροῦ ἡμῶν καὶ τὸν χωρηγούμενον ἡμῖν ὑπὲρ συντάξεως πυρὸν οὐκέτι ἀπέδωκεν, ἀλλὰ καὶ ἐνεπόδισεν ἡμῖν τὰς θρησκείας ἐπιτελοῦσι. καὶ νῦν ἔτι τῶν ἡμετέρων σκευῶν ἐκεῖ διακειμένων ἐποίησεν Νεφερῶν τινα ξένον ἐπεισελθεῖν τῷ ἱερῷ χωρὶς εἰσκριτικοῦ καὶ παρὰ τὰ ἀπειρημένα ἴσως ἀναγκασθεὶς ὑπʼ αὐτοῦ. διὸ ἀξιῶ σε καὶ δέομαι κελεῦσαι γραφῆναι τῷ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοείτου στρατηγῷ ἐπαναγκάσαι ἀποδόθῆναι ἡμῖν κατὰ τὸ παλαιὸν ἔθος τὰς ὀφειλομένας συντάξεις τόν τε ξένον ἱερέα ἐκβληθῆναι, ἵνα διορθωθῶμεν παραλαβόντες τὸ ἱερὸν ἡμῶν καὶ πάλιν τὰς ἐπιβαλλούσας ἡμῖν θρησκείας καὶ θυσίας ἐπιτελῶμεν, ὑπὲρ ὧν ἐπέμπετο οὐ δεόντως καὶ τῷ στρατηγῷ ἐπιστολὴ …. διευτύχει. ἀντίγραφον ὑπογραφῆς·

---

Documentary Papyri, SB 16. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;16.
