# SB 16 12692.1.1-12692.2.23

Documentary Papyri, SB 16, 12692.1.1 to 12692.2.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-16/12692.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-16/12692.1.1

ἀντίγραφον ὑπομνηματισμοῦ. ἐξ ὑπομνηματισμῶν …μίωνος συνδίκου Ἀρσινοίτου. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου τὸ β καὶ Κώνσταντος τὸ α Αὐγούστων, Παχὼν κβ. παρόντων …εως καὶ Χαιρήμονος Γεροντίου καὶ Γεροντίου Ἀμμωνίου καὶ Ἱερακαπόλλωνος βουλευτῶν καὶ … καὶ Νείλου νειλομέτρου καὶ Ἀνουβίωνος ἀρχιυπηρέτου καὶ Ἠλία καὶ Σαμβᾶ δημοσίων συνδίκου Ταῆσις καὶ Ἡραὶς … ἀπὸ κώμης Καρανίδος πρὸς κληρονόμους Ἀτισίου διʼ ἐντολικαρίου Νείλου τοῦ παρόντος ἐντυγχάνουσιν. Θεόδωρος ῥήτωρ ἀνέγνω· ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου τὸ β καὶ Κώνσταντος τὸ α Αὐγούστων, Παχὼν ιε. Αὐρηλία Ταῆσις … ἀπὸ κώμης Καρανίδος τοῦ Ἀρσινοίτου νομοῦ τῷ ἀνδρὶ τῆς ἑτέρας ἀδελφῆς Ἡραείδος Αὐρηλίῳ Νείλῳ … ἀπὸ τῆς μητροπόλεως χαίρειν· ἐπειδὴ δίκη ἡμῖν ἀνάκιται πρὸς κληρονόμους Ἀτισίου περὶ ὧν πρ… … Ἀτισίου ἀλλοτρίων παντάπασιν τυγχανόντων αὐτοῦ, ἐγὼ δὲ αὐτὴ ἀδυνατῶ … … ἐπὶ τοῦ συνδίκου τοῦ δοθέντος δικαστοῦ κατὰ κέλευσιν τῆς ἐπαρχικῆς ἐξουσίας …εν, ἐντέλλομαί σοι καὶ ἐπιτρέπω καὶ αὐτοτελῆ ἐξουσίαν δίδωμι ὥστε δικάσασθαι πρὸς αὐτοὺς …ικ… ἀκολούθως τοῖς προσοῦσιν ἡμῖν δικαίοις ὡς ἐμοῦ παρούσης. κυρία καὶ βεβαία ἡ ἐντολὴ πρὸς πάντα τὰ ἐκεῖ πραχθησόμενα. τὴν δὲ ἐντολὴν ταύτην μοναχήν σοι ἐξεδόμην, ἥτις κυρία ἐστὶ πανταχοῦ ἐπιφερομένη. Αὐρηλία Ταῆσις ἡ προκιμένη ἐξεδόμην σοὶ τὴν ἐντολὴν ὡς πρόκιται. Αὐρήλιος Μωρίων ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου. μετὰ τὴν ἀνάγνωσιν Θεόδωρος ῥήτωρ εἶπεν· οὐ δεόντως καὶ παρὰ τοὺς νόμους ἐνοχλούμεναι αἱ συνηγορούμεναι περὶ γῃδίων τῶν μὴ διαφερόντων αὐταις καταπεφεύγασιν διὰ λιβέλλων ἐπὶ τὸν κύριον τὸν λαμπρότατον ἔπαρχον τῆς Αἰγύπτου Φλάυιον Φιλάγριον, καὶ ἅτινα προσέταξεν αὐτοῦ τὸ μεγαλεῖον, συγχώρει μοι παραθέσθαι. ὁ σύνδικος Θεοδώρῳ εἶπεν· τὰ προσταχθέντα ὑπὸ τοῦ κυρίου μου λαμπροτάτου ἐπάρχου τῆς Αἰγύπτου Φλαυίου Φιλαγρίου ἀνάγνωθι. καὶ εἶπεν· ἀναγνώσομαι. καὶ ἀνέγνω· Φλάυιος Φιλάγριος συνδίκῳ Ἀρσινοίτου χαίρειν· τίνα ἠξίωσαν Ἡραεὶς καὶ Ταῆσις, ἐκ τοῦ ἀντιτύπου τοῦ συνεζευγμένου λιβέλλου μαθεῖν δυνήσει. καὶ φρόντισον τῆς δημοσίας ἀπαιτήσεως κατὰ μηδένα τρόπον ἐμποδιζομένης τῆς ἀξιώσεως αὐτῶν τὴν δέουσαν πρόνοιαν κατὰ τοὺς νόμους ποιήσασθαι. ἔρρωσο. μετὰ τὴν ἀνάγνωσιν προσέθηκεν· ἀναγιγνώσκω καὶ τὸν λιβέλλον. καὶ ἀναγνοὺς προσέθηκεν· οὐχ ἁπλῶς οὐδʼ ὡς ἔτυχεν αἱ συνηγορούμεναι λιβέλλον ἀνέτειναν ἐπὶ τὴν ἐπαρχικὴν ἐξουσίαν· καὶ ἑξῆς λέγοντος, Ἀλέξανδρος ῥήτωρ εἶπεν· παραγράφομαι. ὁ σύνδικος αὐτῷ εἶπεν· εἰπὲ τὴν παραγραφήν. Ἀλέξανδρος εἶπεν·

---

Documentary Papyri, SB 16. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;16.
