# SB 16 12694

Documentary Papyri, SB 16, SB 16 12694. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-16/12694
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-16/12694

… ἀνέλθω πρὸς ὑμᾶς. ἐκομισάμην παρὰ Σατρίου δραχμὰς κδ γράψον μοι περὶ τύλης καὶ σάβανον καὶ λέντιν· ταῦτα ἐκδέδωκα καὶ οὔπω τετέλεσται· ἂν τελεσθῇ τάχιον, ἂν εὕρω τὸν πιστόν, πέμψω μετὰ τῶν Ἰουλᾶτος. καὶ δύο ἀρτάβας φακοῦ ἠγόρασα καὶ οὐ τεθέληκε Σάτρις ἆραι αὐτά. ἡ τύλη πέντε ἐπὶ τρεῖς δραχμῶν λϛ, τὸ σάβανον δραχμῶν ι, τὸ λέντιν δραχμῶν ϛ. ταῦτα ὑμῖν γράφω μὴ ἵνα εἰδῶσιν οἱ συγγονεῖς ἡμῶν αὐτὰ καὶ κόπους μοι παρέξουσιν. καλῶς δὲ ἔχω τὰς δραχμὰς κδ ἃς ἐπέμψατε διὰ Σατρίου. προσθήσω καὶ ἐγὼ τὸ πρόλυπον. ἂν ᾖ δυνατόν, πέμψε τινὰ ἀσφαλῆ ἢ Ἀπολλῶν πρὸς τὴν κε τοῦ Ἐπῖπ ἵνα, ἂν λάβω τὸ ὀψώνιον, πέμψω σοι δραχμὰς σμ περὶ τοῦ μετεώρου δύο ἐτῶν. καὶ … καθῆκε τῇ μητρί μου πέμψω αὐτῇ εἴ τι ἂν θέλῃ. καὶ ποιήσῃ μοι ἱμάτιον διὰ αὐτῆς μηδὲν βλαπτομένου μὴ ἵνα ἀγοράζοντος πάλιν καὶ ἐμπλασθῶ. περὶ τοῦ Νείλου δηλώσεις τί θέλει. ἀσπάζομαι Ἰουλᾶν τὴν ἀδελφήν μου καὶ Ἡφεστᾶν. Παῦνι κε.

---

Documentary Papyri, SB 16. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;16.
