# SB 16 13005

Documentary Papyri, SB 16, SB 16 13005. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-16/13005
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-16/13005

Ἁρποκρατίωνι Ἡρᾶτος καὶ Διοσκόρωι Ἀρείου παρὰ Πασίωνος τοῦ Φιλαδέλφου τοῦ Διοσκόρου ἀναγραφομένου ἐπʼ ἀμφόδου Φρεμεί. βούλομαι μισθώσασθαι παρʼ ὑμῶν εἰς ἔτη ἓξ ἀπὸ τῆς α τοῦ Θὼθ μηνὸς τοῦ εἰσιόντος η ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τὴν ὑπάρχουσαν ὑμῖν ἐπʼ ἀμφόδου Φρεμεὶ οἰκίαν καὶ αὐλὴν ἐφʼ ᾧ ἀνοικοδομήσετε ἐν τῇ οἰκίαι θύριον ἐμοῦ τοῦ Πασίωνος συνυπουργοῦντος, ἐνοικίου τοῦ παντὸς κατʼ ἔτος ἀργυρίου δραχμῶν ἑξήκοντα , τὴν δὲ ἀπόδοσιν ποιήσομαι κατʼ ἔτος ἐν προθεσμίαις δυσὶ διʼ ἑξαμήνου τὸ αἱροῦν ἐξ ἴσου, τῆς προσδεηθείσης ἐπισκευῆς ἢ καὶ ἀνοικοδομῆς οὔσης πρὸς ὑμᾶς τοὺς περὶ τὸν Ἁρποκρατίωνα· καὶ μετὰ τὸν χρόνον παραδώσω τὴν οἰκίαν καθαρὰν ἀπὸ ἀκαθαρσίας σὺν ταῖς ἐφεστώσαις θύραις καὶ κλεισὶ τρίσι , ἐὰν φαίνηται μισθῶσαι ἐπὶ τούτοις. Πασίων ὡς ἐτῶν λ οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς. ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Μεσορὴ η.

---

Documentary Papyri, SB 16. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;16.
