# SB 16 13017

Documentary Papyri, SB 16, SB 16 13017. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-16/13017
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-16/13017

ἔτους ἕκτου τῆς Καίσαρος κρατήσεως θεοῦ υἱοῦ μηνὸς Γορπιαίου ἑνδεκάτῃ Ἐπεὶφ ἑνδεκάτῃ ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος. ὁμολογοῦσιν Ἑριεῦς Πνεφερῶτος καὶ Παπάιος Ἀκήους καὶ Πανεφρέμμις Σαταβοῦτος οἱ τρεῖς Πέρσαι τῆς ἐπιγονῆς μεμισθῶσθαι παρὰ Ἀχιλλέως ἀπὸ τῆς πρότερον Εὐδαίμονος νυνὶ δὲ Μαγήινου καὶ Πωλίωνος περὶ Ἡρακλείαν τῆς Θεμίστου μερίδος ἑβδομηκονταρουρικὸν ἐν ἀρούραις ἑξήκοντα ἀπὸ τοῦ ἑβδόμου ἔτους εἰς ἔτη τρία ἐκφορίου … τῶν μὲν ἀπὸ νότου ἀρουρῶν εἴκοσι ἑκάστης ἀρούρης πυροῦ ἀρταβῶν ἕξ, τῶν δὲ λοιπῶν ἀρουρῶν τεσσαράκοντα σὺν σπέρμασι ἑκάστης ἀρούρας πυροῦ ἀρταβῶν πέντε ἀκινδύνων παντὸς κινδύνου καὶ ἀνυπολόγων πάσης φθορᾶς πλὴν ἀβρόχου. ἐὰν δὲ … …λογου τοῦ κλήρου βρεχῆι ουτο… μὴ δότωσαν οἱ μεμισθωμένοι τὰ ἐκφόρια … καὶ μὴ ἐξέστω αὐτοῖς ἐγλιπεῖν τὴν μίσθωσιν πρὸ τοῦ χρόνου ἀλλὰ καὶ ἐπιτελέτωσαν κατὰ καιρὸν καὶ καθʼ ὥραν τούς τε δέοντας χωματισμοὺς καὶ ποτισμοὺς καὶ τὰ ἄλλα ἔργα καὶ τὰ προγεγραμμένα ἐκφόρια ἀποδότωσαν οἱ μεμισθωμένοι ἐν μηνὶ Παῦνι κατʼ ἔτος καταστήσαντες εἰς Διμαγδωλίαν τοῖς ἰδίοις ἀναλώμασιν οὗ ἐὰν συντάξῃ ὁ Ἀχιλλεὺς πυρὸν νέον καθαρὸν ἀπὸ πάντων ἄδολον μέτρῳ … τῷ τῆς προσόδου. ἀναπαυσάτωσαν οἱ μεμισθωμένοι ἀπὸ τοῦ παντὸς τὸ τρίτον μέρος καθʼ ἔτος χόρτωι ἢ κυάμῳ. τῆς δὲ πράξεως οὔσης τῶι Ἀχιλλεῖ καὶ τοῖς παρʼ αὐτοῦ ἔκ τε τῶν τριῶν μεμισθωμένων καὶ ἐκ τῶν τούτων ὑπαρχόντων πάντων καθάπερ ἐκ δίκης. ἡ συγγραφὴ κυρία. μάρτυρες. ἔτους ἕκτου Καίσαρος Ἐπεὶφ ια πέπτωκεν ἐπὶ ἀναγραφὴν διὰ Πτολεμαίου βοηθοῦ πρὸς τῷ γραφείῳ Σοκνοπαίου Νήσου. Ἑριεῦς Πνεφερῶτος καὶ Παπάιος Ἀκήους καὶ Πανεφρύμις Σαταβοῦτος οἱ τρεῖς Πέρσαι τῆς ἐπιγονῆς μεμισθώμεθα ἀπὸ τῆς πρότερον Εὐδαίμονος νυνὶ δὲ Μαγήινου καὶ Πολίωνος περὶ Ἡρακλείαν τῆς Θεμίστου μερίδος ἑβδομηκονταρουρικοῦ ἐν ἀρούραις ἑξήκοντα ἀπὸ τοῦ ἑβδόμου ἔτους Καίσαρος εἰς ἔτη τρία ἐγφορίου τῶν μὲν ἀπὸ νότου ἀρουρῶν εἴκοσι ἑκάστης ἀρούρης ἄνευ σπερμάτων πυροῦ ἀρταβῶν ἕξ, τῶν τε λοιπῶν ἀρουρῶν τεσσεράκοντα ἐκφορίου ἑκάστης ἀρούρας σὺν σπέρμασι πυροῦ ἀρταβῶν πέντε, πάντα δὲ καθεσταμένας εἰς …

---

Documentary Papyri, SB 16. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;16.
