# SB 16 13072

Documentary Papyri, SB 16, SB 16 13072. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-16/13072
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-16/13072

ἀντίγραφον παραχωρήσεως· ιη ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Παῦνι ε. ὁμολογεῖ Ἡρακλοῦς ἡ καὶ … διὰ Διδᾶ τοῦ Ἥρωνος ὥς φησιν ἀπὸ ἀμφόδου Θαραπείας ὡς ἐτῶν … οὐλὴ … μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Σατορνείλου ὡς ἐτῶν νδ οὐλὴ μετώπῳ Κρονιαίνῃ … ου τοῦ Ἑρμᾶ ἀναγραφομένῃ ἐπʼ ἀμφόδου Βιθυνῶν καὶ ἄλλων τόπων ὡς ἐτῶν … οὐλὴ … μετὰ κυρίου τοῦ ὁμοπατρίου καὶ ὁμομητρίου αὐτῆς ἀδελφοῦ … ὡς ἐτῶν … οὐλὴ … παρακεχωρηκέναι αὐτῇ τὴν ὁμολογοῦσαν ὥστε αὐτῇ Κρονιαίνῃ καὶ … καὶ τοῖς παρʼ αὐτῶν μεταλημψομένοις εἰς μετεπιγραφὴν κατὰ τὴν … ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον ἐκ τῶν ὑπαρχόντων αὐτῇ τῇ ὁμολογούσῃ ἐν οἰκίῳ Ἁρμονίας ὄντι περὶ κώμην Ἡράκλειαν οἰκοπέδων εν … κέλλιον ἐπὶ πυλῶνι καὶ κελλῶν δύο καὶ αὐλὴ καὶ ἀπὸ ἀπηλιώτου … ὧν γείτονες καθὼς ἐξ συμφώνου πάντες ὑπηγόρευσαν νότου … ἀνὰ μέσον ὄντος εἰσόδου καὶ ἐξόδου βορρᾶ ὁδὸς μεθʼ ἣν διῶρυξ ἀπηλιώτου … οἰκόπεδα λιβὸς εἴσοδος καὶ ἔξοδος καὶ ἑτέρων τόποι ἐν τῷ αὐτῷ ἐποικίῳ …γα…ει αὐλὴ βοῶν ὧν γείτονες καθὼς ἐπὶ πάντων ἐξ συμφώνου ὑπηγόρευσαν νότου Θαήσεως οἰκόπεδα βορρᾶ ἑτέρων οἰκόπεδα ἀπηλιώτου Κρονίαινα …ς λιβὸς ἑτέρων οἰκόπεδα ἐπὶ πάντων δὲ οὖν λε…ειν τὴν Ἡρακλοῦν παρὰ τῆς Κρονιαίνης τὸ παραχωρητικὸν κεφάλαιον πᾶν ἐκ πλήρους διὰ χειρὸς ἀργυρίου δραχμὰς πεντακοσίας καὶ βεβαιώσειν τὴν ὁμολογοῦσαν τῇ Κρονίᾳ πάσῃ βεβαιώσει καὶ πρὸς τὰ προγεγραμμένα ἐὰν δέ τι τούτων παραβῇ ἡ ὁμολογοῦσα ἢ μὴ βεβαιοῖ καθὰ γέγραπται ἀποτισάτω ἥν τε εἴληφεν τιμὴν μεθʼ ἡμιολίας καὶ βλάβη καὶ ἀναλώματα διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς σν καὶ εἰς τὸ δημόσιον τὰς ἴσας.

---

Documentary Papyri, SB 16. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;16.
