# SB 18 13154

Documentary Papyri, SB 18, SB 18 13154. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-18/13154
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-18/13154

… Διονύσιος καὶ τίς παρʼ αὐτοῦ τὰ σημαινόμενα ἐπὶ τὰ ε ἔτη καὶ ἐφʼ ὅσον ἐὰν χρόνον ὀφείλῃ τὸ δάνειον πάσῃ βεβαιώσει· μετὰ δὲ τὰ ε ἔτη ἀποδότω Ὀλυμπιὰς Διονυσίῳ τὰ ι τάλαντα τοῦ χαλκοῦ ἐν ἄλλαις ἡμέραις λ· ἐὰν δὲ μὴ ποιῇ κατὰ τὰ προγεγραμμένα ἀποτεισάτω Ὀλυμπιὰς Διονυσίῳ τοῦ μὲν μὴ βεβαιοῦν ἐπίτιμον χαλκοῦ νομίσματος ταλάντων κ τὸ δὲ δάνειον μετʼ ἡμιολίας καὶ τοῦ ὑπερπεσόντος χρόνου τόκον β δραχμὰς τῆι μνᾶι ἑκάστῃ τὸν μῆνα ἕκαστον καὶ ἡ πρᾶξις ἔστω Διονυσίῳ ἔκ τε Ὀλυμπιάδος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῆι πάντων καθάπερ ἐκ δίκης καὶ μέχρι τοῦ αὐτὸν κομίσασθαι ἐνοικείτω σὺν τοῖς παρʼ αὐτοῦ ἐν τοῖς αὐτῆς τόποις ἄνευ ἐνοικίου ἀλλʼ ἐὰν ὁ Δινύσιος κομισάμενος τὰ ἑαυτοῦ μὴ ἐκχωρήσῃ μετὰ τῶν παρʼ αὐτοῦ ἐκ τῆς οἰκίας ἐν ἄλλαις ἡμέραις λ ἀφʼ οὗ ἐὰν κομίσηται παραδοὺς τῆι Ὀλυμπιάδι ἢ τοῖς παρʼ αὐτῆς τοὺς τόπους καθαροὺς ἀπὸ πάσης ἀκαθαρσίας καὶ ἃς παρείληφεν ἐφεστώσας θύρας ε κλεῖδας ε ἀποτεισάτω Ὀλυμπιάδι τοῦ μὲν μὴ ἐκχωρῆσαι ἐπίτιμον χαλκοῦ ταλάντων κ ἑκάστης δὲ θύρας ἧς ἐὰν μὴ παραδῷ τιμὴν χαλκοῦ δραχμῶν Γ τῆς δὲ παροδίου θύρας ταλάντων β … τοῦ μὴ καθαίρειν μισθὸν χαλκοῦ δραχμῶν Β καὶ μηθὲν ἧσσον ἐξοικισθήτω …λυ δὲ ἔστιν τὰ ζ τάλαντα λοιπὰ τῶν ι ταλάντων τοῦ χαλκοῦ ὧν ἐδάνεισε Διονύσιος Ὀλυμπιάδι ἀκολούθως τῇ συγγραφῇ τὴν …αν διουσ…ου τῶν …η… …ηνω …ειν… τὴν α…ρίαν ταμεπαρ… …ς ὁ Διονύσιος κεκ… παρὰ τὴν Ὀλυμπιάδα καθότι πρὸς ἀλλήλους συνεγράψαντο. …

---

Documentary Papyri, SB 18. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;18.
